호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
λάγυνον δὲ μέτρου λέγουσιν εἶναι ὄνομα παρὰ τοῖς Ἕλλησιν, ὡς χοὸς καὶ κοτύλης, χωρεῖν δ αὐτὸ κοτύλας Ἀττικὰς δώδεκα, καὶ ἐν Πάτραις δέ φασι τοῦτ εἶναι τὸ μέτρον τὴν λάγυνον.? ἀρσενικῶς δὲ εἴρηκε τὸν λάγυνον Νικόστρατος μὲν ἐν Ἑκάτῃ: τῶν κατεσταμνισμένων ἡμῖν λαγύνων πηλίκοι τινές· "καθ ὃν χρόνον ἐπεδήμησας ἐν Σάμῳ, Διαγόρα, πολλάκις οἶδά σε παραγινόμενον εἰς τοὺς παρ ἐμοὶ πότους, ἐν οἷς λάγυνος κατ ἄνδρα κείμενος οἰνοχοεῖτο, πρὸς ἡδονὴν διδοὺς ἑκάστῳ ποτήριον. Β. τρίχους. καὶ πάλιν τὸν μεστὸν ἡμῖν φέρε λάγυνον. καὶ ἐν τῇ ἐπιγραφομένῃ Κλίνῃ: καὶ δυσχερὴς λάγυνος οὗτος πλησίον ὄξους. καὶ Δίφιλος ἐν Ἀνασῳζομένοις: λάγυνον ἔχω κενόν, ὦ γραῦ, θύλακον δὲ μεστόν. Λυγκεὺς δ ὁ Σάμιος ἐν τῇ πρὸς Διαγόραν Ἐπιστολῇ γράφει: Ἀριστοτέλης δ ἐν τῇ Θετταλῶν Πολιτείᾳ θηλυκῶς λέγεσθαί φησιν ὑπὸ Θετταλῶν τὴν λάγυνον.
καὶ Ῥιανὸς ὁ ἐποποιὸς ἐν Ἐπιγράμμασιν ἥμισυ μὲν πίσσης κωνίτιδος,4 ἥμισυ δ οἴνου, Ἀρχῖν, ἀτρεκέως ἥδε λάγυνος ἔχει. λεπτοτέρης δ οὐκ οἶδ ἐρίφου κρέα, πλὴν ὅ γε πέμψας αἰνεῖσθαι πάντων ἄξιος Ἱπποκράτης. οὐδετέρως δὲ Δίφιλος ἐν Ἀδελφοῖς εἴρηκεν ὦ τοιχωρύχων ἐκεῖνο καὶ τῶν δυνομένων λαγύνιον ἔχον βαδίζειν εἰς τὰ γεύμαθ ὑπὸ μάλης, καὶ τοῦτο πωλεῖν, μέχρι ἂν ὥσπερ ἐν ἐράνῳ εἷς λοιπὸς ᾖ, κάπηλος ἠδικημένος ὑπ οἰνοπώλου. τὴν τῶν τριῶν γενῶν ἀμφιβολίαν ἔχει.
Ἐρατοσθένης δέ φησι λέγεσθαι τὴν πέτασον καὶ τὴν στάμνον ὑπό τινων.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기