호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τούτου τινὲς τὴν γενικὴν σὺν τῷ ς προφέρονται διὰ παντός, οὐκ εὖ:? ὅτε γὰρ ἀρσενικόν ἐστιν ὁ σκύφος, ὡς λύχνος, ἄνευ τοῦ ς προοισόμεθα, ὅτε δὲ οὐδέτερον τὸ σκύφος, σὺν τῷ ς κλινοῦμεν σκύφος σκύφος, ὡς τεῖχος τείχους, οἱ δ Ἀττικοὶ τὴν εὐθεῖαν καὶ ἀρσενικῶς καὶ οὐδετέρως λέγουσιν. Ἡσίοδος δ ἐν τῷ δευτέρῳ Μελαμποδίας σὺν τῷ π σκύπφον λέγει: τῷ δὲ Μάρις θοὸς ἄγγελος ἦλθε δι οἴκου, πλήσας δ ἀργύρεον σκύπφον φέρε, δῶκε δ ἄνακτι. καὶ πάλιν: καὶ τότε Μάντις μὲν δεσμὸν βοὸς αἴνυτο χερσίν, Ἴφικλος δ ἐπὶ νῶτ ἐπεμαίετο. τῷ δ ἐπόπισθεν σκύπφον ἔχων ἑτέρῃ, ἑτέρῃ δὲ σκῆπτρον ἀείρας ἔστειχεν Φύλακος καὶ ἐνὶ δμώεσσιν ἐείπεν. ὁμοίως δὲ καὶ Ἀναξίμανδρος ἐν τῇ Ἡρωολογίᾳ λέγων ὧδε: "Ἀμφιτρύων δὲ τὴν λείην δασάμενος τοῖς συμμάχοις καὶ τὸν σκύπφον ἔχων ὃν εἵλετο αὑτῷ.
καὶ πάλιν: "τὸν δὲ σκύπφον Τηλεβόῃ δίδωσι Ποσειδῶν παιδὶ τῷ ἑαυτοῦ, Τηλεβόης δὲ Πτερέλεῳ: "τοῦτον ἑλὼν ἀπέπλεεν. ὁμοίως εἴρηκε καὶ Ἀνακρέων μετὰ τοῦ π: ἐγὼ δ ἔχων σκύπφον Ἐρξίωνι τῷ λευκολόφῳ μεστὸν ἐξέπινον, ἀντὶ τοῦ προέπινον. κυρίως γάρ ἐστι τοῦτο προπίνειν, τὸ ἑτέρῳ πρὸ ἑαυτοῦ δοῦναι πιεῖν. καὶ ὁ Ὀδυσσεὺς δὲ παρὰ τῷ Ὁμήρῳ τῇ Ἀρήτῃ δ ἐν χερσὶ τίθει δέπας ἀμφικύπελλον. καὶ ἐν Ἰλιάδι Ὀδυσσεύς:
πλησάμενος δ οἴνοιο δέπας δείδεκτ Ἀχιλῆα. πληροῦντες γὰρ προέπινον ἀλλήλοις μετὰ προσαγορεύσεως. Πανύασσις τρίτῳ Ἡρακλείας φησίν τοῦ κεράσας κρητῆρα μέγαν χρυσοῖο φαεινὸν σκύπφους αἰνύμενος θαμέας ποτὸν ἡδὺν ἔπινεν. Εὐριπίδης δ ἐν Εὐρυσθεῖ ἀρσενικῶς ἔφη: σκύφος τε μακρός. καὶ Ἀχαιὸς δ ἐν Ὀμφάλῃ: ὁ δὲ σκύφος με τοῦ θεοῦ καλεῖ.
Σιμωνίδης δὲ οὐατόεντα σκύφον ἔφη. Ιὤν δ ἐν Ὀμφάλῃ: : οἶνος οὐκ ἔνι ἐν τῷ σκύφει, τὸ σκύφει ἰδίως ἀπὸ τοῦ σκύφος σχηματίσας οὐδετέρως ἔφη. ὁμοίως καὶ Ἐπίχαρμος ἐν Κύκλωπι: φέρ ἐγχέας εἰς τὸ σκύφος. καὶ Ἄλεξις ἐν Λευκαδίᾳ: οἴνου γεραιοῖς χείλεσιν μέγα σκύφος. καὶ Ἐπιγένης ἐν Βακχίδι, τὸ σκύφος ἔχαιρον δεχόμενος. Φαίδιμός τε ἐν πρώτῳ Ἡρακλείας: δουράτεον σκύφος εὐρὺ μελιζώροιο ποτοῖο. καὶ παρ Ὁμήρῳ δ Ἀριστοφάνης ὁ Βυζάντιος γράφει:
πλησάμενος δ ἄρα οἱ δῶκε σκύφος ᾧπερ ἔπινεν. Ἀρίσταρχος δέ: πλησάμενος δ ἄρα οἱ δῶκε σκύφον ᾧπερ ἔπινεν. Ἀσκληπιάδης δ ὁ Μυρλεανὸς ἐν τῷ περὶ τῆς Νεστορίδος φησὶν ὅτι τῷ σκύφει καὶ τῷ κισσυβίῳ τῶν μὲν ἐν ἄστει καὶ μετρίων οὐδεὶς ἐχρῆτο, συβῶται δὲ καὶ νομεῖς καὶ οἱ ἐν ἀγρῷ, ὡς ὁ Εὔμαιος πλησάμενος δῶκε σκύφος ᾧπερ ἔπινεν, οἴνου ἐνίπλειον. καὶ Ἀλκμὰν δέ φησι: πολλάκι δ ἐν κορυφαῖς ὀρέων, ὅκα θεοῖσιν ἅδῃ πολύφανος ἑορτά, χρύσεον ἄγγος ἔχοισα μέγαν σκύφον, οἱά῀ τε ποιμένες ἄνδρες ἔχουσιν, χερσὶ λεόντεον ἐγγάλα θεῖσα τυρὸν ἐτύρησας μέγαν ἄτρυφον ἀργιφόνταν.
Αἰσχύλος δ ἐν Περραιβίσι φησί: ποῦ μοι τὰ πολλὰ δῶρα κἀκροθίνια· ποῦ χρυσότευκτα κἀργυρᾶ σκυφώματα· Στησίχορος δὲ τὸ παρὰ Φόλῳ τῷ Κενταύρῳ ποτήριον σκύφιον δέπας καλεῖ ἐν ἴσῳ τῷ σκυφοειδές: : λέγει δ ἐπὶ τοῦ Ἡρακλέους: σκύφιον δὲ λαβὼν δέπας ἔμμετρον ὡς τριλάγυνον πί ἐπισχόμενος, τὸ ῥὰ οἱ παρέθηκε Φόλος κεράσας.
καὶ Ἄρχιππος δὲ ἐν Ἀμφιτρύωνι οὐδετέρως εἴρηκε.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기