호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
προχύτης εἶδος ἐκπώματος, ὡς Σιμάριστος ἐν τετάρτῳ Συνωνύμων.? Ιὤν δ ὁ Χῖος ἐν Ἐλεγείοις: ἡμῖν δὲ κρητῆρ οἰνοχόοι θέραπες κιρνάντων προχύταισιν ἐν ἀργυρέοις. Φιλίτας δ ἐν Ἀτάκτοις ἀγγεῖον ξύλινον, ἀφ οὗ τοὺς ἀγροίκους πίνειν. μνημονεύει αὐτοῦ καὶ Ἀλέξανδρος ἐνι Ἀντιγόνῃ Ξενοφῶν δ ἐν ὀγδόῳ Παιδείας προχοίδας τινὰς λέγει,6 γράφων ὧδε ὁ δὲ λόγος ἐστὶν αὐτῷ περὶ Περσῶν: "ἦν δὲ αὐτοῖς νόμιμον μὴ προχοίδας εἰσφέρεσθαι εἰς τὰ συμπόσια, δῆλον ὅτι νομίζοντες τὸ μὴ ὑπερπίνειν ἧττον ἂν καὶ σώματα καὶ γνώμας σφάλλειν νῦν δὲ τὸ μὲν μὴ εἰσφέρεσθαι ἔτι αὖ καταμένει: "τοσοῦτον δὲ πίνουσιν ὥστε ἀντὶ τοῦ εἰσφέρειν αὐτοὶ ἐκφέρονται, ἐπειδὰν μηκέτι δύνωνται ὀρθούμενοι ἐξιέναι.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기