- 텍스트

Athenaeus, The Deipnosophists, Book 11, book 11, chapter 92

(아테나이오스, The Deipnosophists, Book 11, book 11, chapter 92)

πενταπλόα.? μνημονεύει αὐτῆς Φιλόχορος ἐν δευτέρᾳ Ἀτθίδος. Ἀριστόδημος δ ἐν τρίτῳ περὶ Πινδάρου τοῖς Σκίροις φησὶν Ἀθήναζε ἀγῶνα ἐπιτελεῖσθαι τῶν ἐφήβων δρόμου: τρέχειν δ αὐτοὺς ἔχοντας ἀμπέλου κλάδον κατάκαρπον τὸν καλούμενον ὦσχον. τρέχουσι δ ἐκ τοῦ ἱεροῦ τοῦ Διονύσου μέχρι τοῦ τῆς Σκιράδος Ἀθηνᾶς,2 καὶ ὁ νικήσας λαμβάνει κύλικα τὴν λεγομένην πενταπλόαν καὶ κωμάζει μετὰ χοροῦ. πενταπλόα δ ἡ κύλιξ καλεῖται καθ ὅσον οἶνον ἔχει καὶ μέλι καὶ τυρὸν καὶ ἀλφίτων καὶ ἐλαίου βραχύ. πέταχνον] ποτήριον ἐκπέταλον, οὗ μνημονεύει Ἄλεξις ἐν Δρωπίδῃ: πρόκειται δὲ τὸ μαρτύριον.

μνημονεύει αὐτοῦ καὶ Ἀριστοφάνης ἐν Δράμασι λέγων: πάντες δ ἔνδον πεταχνοῦνται,5 πλημοχόη σκεῦος κεραμεοῦν βεμβικῶδες ἑδραῖον ἡσυχῇ ὃ κοτυλίσκον ἔνιοι προσαγορεύουσιν, ὥς φησι Πάμφιλος.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION