- 텍스트

Athenaeus, The Deipnosophists, Book 11, book 11, chapter 90

(아테나이오스, The Deipnosophists, Book 11, book 11, chapter 90)

πελίκαι.? Καλλίστρατος ἐν Ὑπομνήμασι Θρᾳττῶν Κρατίνου ἀποδίδωσι κύλικα. Κράτης δ ἐν δευτέρῳ Ἀττικῆς Διαλέκτου γράφει οὕτως: "οἱ χόες πελίκαι, καθάπερ εἴπομεν, ὠνομάζοντο. "ὁ δὲ τύπος ἦν τοῦ ἀγγείου πρότερον μὲν τοῖς Παναθηναικοῖς ἐοικώς, ἡνίκα ἐκαλεῖτο πελίκη, ὕστερον δὲ ἔσχεν οἰνοχόης σχῆμα, οἱοί῀ εἰσιν οἱ ἐν τῇ ἑορτῇ παρατιθέμενοι, ὁποίους δή ποτε ὄλπας ἐκάλουν, χρώμενοι πρὸς τὴν τοῦ οἴνου ἔγχυσιν, καθάπερ Ιὤν ὁ Χῖος ἐν Εὐρυτίδαις φησίν ἐκ ζαθέων πιθακνῶν ἀφύσσοντες ὄλπαις οἶνον ὑπερφίαλον κελαρύζετε. "νυνὶ δὲ τὸ μὲν τοιοῦτον ἀγγεῖον καθιερωμένον τινὰ τρόπον ἐν τῇ ἑορτῇ παρατίθεται μόνον, τὸ δ ἐς τὴν χρείαν πῖπτον μετεσχημάτισται, ἀρυταίνῃ μάλιστα ἐοικός, ὃ δὴ καλοῦμεν χόα.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION