호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἔπειτα δὲ τὸ ὃς ἀντὶ προτακτικοῦ τοῦ ὃ Ὅμηρος οὐδέποτε τίθησι:? τοὔμπαλιν δὲ ἀντὶ τοῦ ὃς ὑποτακτικοῦ παραλαμβάνει τὸ προτακτικὸν ὅ, οἱο῀ν ἔνθα δέ Σίσυφος ἔσκεν, ὃ κέρδιστος γένετ ἀνδρῶν. ἐλλείπει οὖν τό τις μόριον τὸ γὰρ πλῆρές ἐστιν ἄλλος μέν τις μογέων ἀποκινήσασκε τραπέζης πλεῖον ἐόν, Νέστωρ δ ὁ γέρων ἀμογητὶ ἀείρεν, ὡς παντὸς ἀνθρώπου μόλις ἂν ἀποκινήσαντος ἀπὸ τῆς τραπέζης τὸ ποτήριον, τοῦ δὲ Νέστορος αὐτὸ ῥᾳδίως βαστάζοντος δίχα πόνου καὶ κακοπαθείας.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기