- 텍스트

Athenaeus, The Deipnosophists, Book 11, book 11, chapter 84

(아테나이오스, The Deipnosophists, Book 11, book 11, chapter 84)

τὸ δὲ ἄλλος μὲν μογέων ἀποκινήσασκε τραπέζης πλεῖον ἐόν, Νέστωρ δ ὁ γέρων ἀμογητὶ ἀείρεν οὐκ ἀκουστέον ἐπὶ μόνων Μαχάονος καὶ Νέστορος, ὡς οἰόνταί τινες, τὸ ὃς ἀντὶ τοῦ ὃ λαμβάνοντες ἐπὶ τοῦ Μαχάονος:? ἀλλ ὃς μὲν μογέων ἀποκινήσασκε τραπέζης, ἐκ τοῦ μογέων δηλοῦσθαι νομίζοντες, ἐπειδὴ τέτρωται.

ὅτι δὲ καθ Ὅμηρον ὁ Μαχάων οὐ τέτρωται ἐν ἄλλοις δειχθήσεται. ἀγνοοῦσιν δ ὅτι τὸ ἄλλος Ὅμηρος οὐκ ἐπὶ μόνων Μαχάονος καὶ Νέστορος ἔθηκε, δύο γὰρ οὗτοι πίνουσιν, ἀλλ εἶπεν ἂν ἕτερος, τοῦτο γὰρ ἐπὶ δύο τάσσεσθαι πέφυκεν, ὡς καὶ ἐπὶ τούτων ι οἴσετε δ ἄρν ἕτερον λευκόν, ἑτέρην δὲ μέλαιναν. ἔπειτα δὲ τὸ ὃς ἀντὶ προτακτικοῦ τοῦ ὃ Ὅμηρος οὐδέποτε τίθησι:

τοὔμπαλιν δὲ ἀντὶ τοῦ ὃς ὑποτακτικοῦ παραλαμβάνει τὸ προτακτικὸν ὅ, οἱο῀ν ἔνθα δέ Σίσυφος ἔσκεν, ὃ κέρδιστος γένετ ἀνδρῶν. ἐλλείπει οὖν τό τις μόριον τὸ γὰρ πλῆρές ἐστιν ἄλλος μέν τις μογέων ἀποκινήσασκε τραπέζης πλεῖον ἐόν, Νέστωρ δ ὁ γέρων ἀμογητὶ ἀείρεν, ὡς παντὸς ἀνθρώπου μόλις ἂν ἀποκινήσαντος ἀπὸ τῆς τραπέζης τὸ ποτήριον, τοῦ δὲ Νέστορος αὐτὸ ῥᾳδίως βαστάζοντος δίχα πόνου καὶ κακοπαθείας. τὸ γὰρ ποτήριον ὑφίσταται μέγα κατὰ τὸ κύτος καὶ βαρὺ τὴν ὁλκήν, ὅπερ φιλοπότης ὢν ὁ Νέστωρ ἐκ τῆς συνεχοῦς συνηθείας ῥᾳδίως βαστάζειν ἔσθενε.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION