- 텍스트

Athenaeus, The Deipnosophists, Book 11, book 11, chapter 82

(아테나이오스, The Deipnosophists, Book 11, book 11, chapter 82)

ἔπειθ ὅταν ἐπενέγκῃ τὸ δοιαὶ δὲ πελειάδες ἀμφὶς ἕκαστον χρύσειαι νεμέθοντο, δύω δ ὑπὸ πυθμένες ἦσαν, ἀκουστέον οὐ πυθμένας δύο, ἀλλ οὐδὲ κατὰ διαίρεσιν ἀναγνωστέον, ὡς ὁ Θρᾲξ, Διονύσιος, ἀλλὰ κατὰ σύνθετον ὑποπυθμένες, ὅπως ἐπὶ τῶν πελειάδων ἀκούωμεν,1 ὅτι τέσσαρες μὲν ἦσαν ἐπὶ τῶν ὤτων, δύο δὲ ὑποπυθμένες, τουτέστιν ὑπὸ τῷ πυθμένι οἱο῀ν ὑποπυθμένιοι:? ὥστε διακρατεῖσθαι τὸ δέπας ὑπὸ δυεῖν Πελειάδων ὑποκειμένων τῷ πυθμένι, ἓξ δὲ τὰς πάσας γενέσθαι Πλειάδας, ἐπείπερ ὁρῶνται τοσαῦται, λέγονται δὲ ἑπτά, καθότι καὶ Ἄρατός φησιν ἑπτάποροι δὴ ταί γε μετ ἀνθρώποις καλέονται, ἓξ οἰαί῀ περ ἐοῦσαι ἐπόψιαι ὀφθαλμοῖσιν.

οὐ μέν πως ἀπόλωλεν ἀπευθὴς ἐκ Διὸς ἀστήρ, ἐξ οὗ καὶ γενεῆθεν ἀκούομεν ἀλλὰ μάλ αὕτως εἴρεται,3 ἑπτὰ δ ἐκεῖναι ἐπιρρήδην καλέονται ἓξ οἰαί῀ περ ἐοῦσαι ἐπόψιαι ὀφθαλμοῖσιν. τὸ ὁρώμενον οὖν ἐν τοῖς ἄστροις καὶ ἐν τῇ φαινομένῃ κατασκευῇ προσηκόντως ἐτόρευσεν.

τοῦτο μέντοι καὶ ἐπὶ τοῦ Διὸς σημαίνειν πείθονται τὸν ποιητὴν ὅταν λέγῃ: τῇ μὲν τ οὐδὲ ποτητὰ παρέρχεται οὐδὲ πέλειαι τρήρωνες ταὶ τ ἀμβροσίην Διὶ πατρὶ φέρουσιν. ἀλλά τε καὶ τῶν αἰεὶ ἀφαιρεῖται λὶς πέτρη. ὑπὸ τῆς ὀξύτητος τῶν πλαγκτῶν πετρῶν καὶ τῆς λειότητος ἀφαιρεῖσθαι λέγων μίαν τῶν Πλειάδων, ἄλλην δὲ πρὸς τοῦ Διὸς ἐνίεσθαι χάριν τοῦ σῴζειν τὸν ἀριθμὸν αὐτῶν, ποιητικῶς αἰνιττόμενος ὅτι τῶν Πλειάδων ἓξ ὁρωμένων ὅμως ὁ ἀριθμὸς αὐτῶν οὐκ ἀπόλλυται, λέγονται δὲ καὶ τῷ ἀριθμῷ καὶ τοῖς ὀνόμασιν ἑπτά.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION