- 텍스트

Athenaeus, The Deipnosophists, Book 11, book 11, chapter 81

(아테나이오스, The Deipnosophists, Book 11, book 11, chapter 81)

ἀποδεδειγμένου οὖν τοῦ ὅτι Πλειάδες ἦσαν ἐντετορευμέναι τῷ ποτηρίῳ, καθ ἕκαστον τῶν ὤτων δύο ὑποθετέον εἴτε βούλεταί τις ὀρνιθοφυεῖς κόρας εἴτ αὖ καὶ ἀνθρωποειδεῖς , ἄστροις δὲ πεποικιλμένας.? τὸ μέντοι ἀμφὶς ἕκαστον χρύσειαι νεμέθοντο οὐχ ὡς περὶ ἓν ἕκαστον ἀκουστέον γενήσονται γὰρ οὕτως η τὸν ἀριθμὸν ἀλλ ἐπείπερ ἔσχισται μὲν ἑκάτερον τῶν ὤτων εἰς δύο σχίσεις, τούτων δ αὖ συνάφεια κατὰ τὴν τελευταίαν ὑπόληξιν,2 ἕκαστον μὲν ἂν λέγοιτο καθὸ τέτταρες αἱ πᾶσαι σχίσεις τῶν ὤτων, ἑκάτερον δὲ καθὸ συμφυῆ πάλιν ἐπὶ τέλει γίνεται τῆς ἀνατάσεως αὐτῶν. ὅταν οὖν εἴπῃ: δοιαὶ δὲ πελειάδες ἀμφὶς ἕκαστον χρύσειαι νεμέθοντο, δύω δ ὑπὸ πυθμένες ἦσαν, καθ ἑκατέραν τὴν σχίσιν τῶν ὤτων ἀκουσόμεθα μίαν πελειάδα:

ἃς δοιὰς εἶπεν καθὸ συμφυεῖς εἰσιν ἀλλήλαις καὶ συνεζευγμέναι. τὸ γὰρ δοιοὶ καὶ δοιαὶ σημαίνει καὶ τὸ κατ ἀριθμὸν εἶδος, τὸ δύο, οἱο῀ν δοιοὺς δὲ τρίποδας, δέκα δὲ χρυσοῖο τάλαντα. καὶ δοιὼ θεράποντε. 7 σημαίνει δὲ καὶ τὸ συμφυὲς καὶ τὸ συνεζευγμένον κατ ἀριθμόν, ὡς ἐν τούτοις: δοιοὺς δ ἄρ ὑπήλυθε θάμνους ἐξ ὁμόθεν πεφυῶτας, ὁ μὲν φυλίης, ὁ δ ἐλαίης. γενήσονται οὖν ἐπὶ τῶν ὤτων τέσσαρες πελειάδες.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION