호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ζεὺς δ ἄρ ἐνὶ Κρήτῃ τρέφετο μέγας, οὐδ ἄρα τίς νιν ἠείδει μακάρων ὁ δ ἀέξετο πᾶσι μέλεσσι, τὸν μὲν ἄρα τρήρωνες ὑπὸ ζαθέῳ τράφον ἄντρῳ ἀμβροσίην φορέουσαι ἀπ Ὠκεανοῖο ῥοάων νέκταρ δ ἐκ πέτρης μέγας αἰετὸς αἰὲν ἀφύσσων γαμφηλῇς φορέεσκε ποτὸν Διὶ μητιόεντι.? τὸν καὶ νικήσας πατέρα Κρόνον εὐρύοπα Ζεὺς ἀθάνατον ποίησε καὶ οὐρανῷ ἐγκατένασσεν. ὣς δ αὕτως τρήρωσι πελειάσιν ὤπασε τιμήν, αἳ δή τοι θέρεος καὶ χείματος ἄγγελοί εἰσι.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기