- 텍스트

Athenaeus, The Deipnosophists, Book 11, book 11, chapter 77 3:

(아테나이오스, The Deipnosophists, Book 11, book 11, chapter 77 3:)

καὶ τὸ τοῦ Νέστορος οὖν δέπας φασὶν εἶναι τοιοῦτον.? δύναται δὲ καὶ δύο πυθμένας ὑποτίθεσθαι, τὸν μὲν οἱο῀ν τοῦ ποτηρίου φέροντα τὸν ὅλον ὄγκον καὶ κατὰ μείζονα κυκλοειδῆ περιγραφὴν ἔξαρσιν ἔχοντα τοῦ ὕψους σύμμετρον, τὸν δὲ κατ ἐλάττω κύκλον συνεχόμενον ἐν τῷ μείζονι,3 καθ ὅσον συννεύειν συμβέβηκεν εἰς ὀξὺ τὸν φυσικὸν τοῦ ποτηρίου πυθμένα, ὥστε ὑπὸ δυοῖν πυθμένοιν φέρεσθαι τὸ ἔκπωμα. Διονύσιος δὲ ὁ Θρᾲξ ἐν Ῥόδῳ λέγεται τὴν Νεστορίδα κατασκευάσαι τῶν μαθητῶν αὐτῷ συνενεγκάντων τἀργύριον ὅπερ Προμαθίδας ὁ Ἡρακλεώτης ἐξηγούμενος τὴν κατὰ τὸν Διονύσιον διάταξίν φησιν σκύφον εἶναι παρακειμένως ἔχοντα τὰ ὦτα, καθάπερ αἱ δίπρῳροι τῶν νεῶν, περὶ δὲ τὰ ὦτα τὰς περιστεράς:?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION