- 텍스트

Athenaeus, The Deipnosophists, Book 11, book 11, chapter 75

(아테나이오스, The Deipnosophists, Book 11, book 11, chapter 75)

Μάνης ποτηρίου εἶδος.? Νίκων Κιθαρῳδῷ: "σοί,3 πατριῶτα. μάνην δ ἔλαβε κεραμεοῦν ἁδρόν, χωροῦντα κοτύλας πέντ ἴσως. ἐδεξάμην. παρέθετο τὰ ἰαμβεῖα καὶ Δίδυμος καὶ Πάμφιλος. καλεῖται δὲ μάνης καὶ τὸ ἐπὶ τοῦ κοττάβου ἐφεστηκός, ἐφ οὗ τὰς λάταγας ἐν παιδιᾷ ἔπεμπον ὅπερ ὁ Σοφοκλῆς ἐν Σαλμωνεῖ ὁ χάλκειον ἔφη κάρα, λέγων οὕτως: τάδ ἐστὶ κνισμὸς καὶ φιλημάτων ψόφος: τῷ καλλικοτταβοῦντι νικητήρια τίθημι καὶ βαλόντι χάλκειον κάρα, Ἀντιφάνης Ἀφροδίτης Γοναῖς: ἐγὼ πιδείξω καθ ἓν ὃς ἂν τὸν κότταβον ἀφεὶς ἐπὶ τὴν πλάστιγγα ποιήσῃ πεσεῖν Β. πλάστιγγα· ποίαν· τοῦτο τοὐπικείμενον ἄνω τὸ μικρόν, τὸ πινακίσκιον λέγεις· α.

ῥάβδον δ ὄψει φησί τὴν κοτταβικὴν ἐν τοῖς ἀχύροισι κυλινδομένην, μάνης δ οὐδὲν λατάγων ἀίει: τοῦτ ἐστὶ πλάστιγξ - οὖτος ὁ κρατῶν γίνεται. β. πῶς δ εἴσεταί τις τοῦτ· α. ἐὰν τύχῃ μόνον αὐτῆς, ἐπὶ τὸν μάνην πεσεῖται καὶ ψόφος ἔσται πάνυ πολύς. β. πρὸς θεῶν, τῷ κοττάβῳ πρόσεστι καὶ Μάνης τις ὥσπερ οἰκέτης· Ἕρμιππος Μοίραις: παρὰ τὸν στροφέα τῆς κηπαίας ἐν τοῖσι κορήμασιν οὖσαν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION