호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
μέλη.? οὕτω καλεῖταί τινα ποτήρια ὧν μνημονεύει Ἀνάξιππος ἐν Φρέατι λέγων οὕτως σὺ δὲ τὴν μέλην, Συρίσκε, ταυτηνὶ λαβὼν ἔνεγκον ἐπὶ τὸ μνῆμ ἐκείνῃ, μανθάνεις · καὶ κατάχεον. μετάνιπτρον ἡ μετὰ τὸ δεῖπνον ἐπὴν ἀπονίψωνται διδομένη κύλιξ. ι Ἀντιφάνης Λαμπάδι: δαίμονος ἀγαθοῦ μετάνιπτρον, ἐντραγεῖν, σπονδή, κρότος. Δίφιλος Σαπφοῖ:
Ἀρχίλοχε, δέξαι τήνδε τὴν μετανιπτρίδα μεστὴν Διὸς σωτῆρος, Ἀγαθοῦ δαίμονος ἔνιοι δὲ τὴν μετὰ τὸ νίψασθαι πόσιν, ὡς Σέλευκος ἐν Γλώσσαις. Καλλίας δ ἐν Κύκλωψι: καὶ δέξαι τηνδὶ μετανιπτρίδα τῆς Ὑγιείας. Φιλέταιρος Ἀσκληπιῷ: ἐνέσεισε μεστὴν ἴσον ἴσῳ μετανιπτρίδα μεγάλην, ἐπειπὼν τῆς Ὑγιείας τοὔνομα. Φιλόξενος δ ὁ διθυραμβοποιὸς ἐν τῷ ἐπιγραφομένῳ Δείπνῳ μετὰ τὸ ἀπονίψασθαι τὰς χεῖρας προπίνων τινί φησι: σὺ δὲ τάνδε Βακχίαν εὔδροσον πλήρη μετανιπτρίδα δέξαι.
πραϋ´ τί τοι Βρόμιος γάνος τόδε δοὺς ἐπὶ τέρψιν πάντας ἄγει. Ἀντιφάνης Λαμπάδι: τράπεζα φυστημινεις, ἅμα δ ἦν Δαίμονος ἀγαθοῦ μετάνιπτρον. Νικόστρατος Ἀντερώσῃ: μετανιπτρίδ αὐτῷ τῆς Ὑγιείας ἔγχεον.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기