호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
λεπαστή.? οἱ μὲν ὀξύνουσι τὴν τελευταίαν, ὡς καλή, οἱ δὲ παροξύνουσιν, ὡς μεγάλη, τοῦτο δὲ τὸ ποτήριον ὠνομάσθη ἀπὸ τῶν εἰς τὰς μέθας καὶ τὰς ἀσωτίας πολλὰ ἀναλισκόντων, οὓς λαφύκτας καλοῦμεν. κύλικες δ ἦσαν μεγάλαι. ι Ἀριστοφάνης Εἰρήνῃ: τί δῆτ ἂν εἰ πίοις οἴνου κύλικα λεπαστήν· ἀφ ἧς ἔστι λάψαι, τουτέστιν ἁθρόως πιεῖν, κατεναντίον τῷ λεγομένῳ βομβυλιῷ, φησὶν γάρ που ὁ αὐτός τὸ δ αἷμα λέλαφας τοὐμόν, ὦναξ δέσποτα, οἱο῀ν ἅθρουν μ ἐξέπιες. ἐν δὲ Γηρυτάδῃ: ἦν δὲ τὸ πρᾶγμ ἑορτή, περιέφερε δὲ κύκλῳ λεπαστὴν ἡμῖν ταχὺ προσφέρων παῖς οἰνοχόος σφόδρα κυανοβενθῆ, τὸ βάθος παρίστησιν ὁ κωμικὸς τοῦ ποτηρίου. Ἀντιφάνης δὲ ἐν Ἀσκληπιῷ:
τὴν δὲ γραῦν τὴν ἀσθενοῦσαν πάνυ πάλαι, τὴν βρυτικήν, ῥίζιον τρίψας τι μικρὸν δελεάσας τε γεννικῇ τὸ μέγεθος κοίλῃ λεπαστῇ, τοῦτ ἐποίησεν ἐκπιεῖν. Φιλύλλιος Αὔγῃ: πάντα γὰρ ἦν μέστ ἀνδρῶν καὶ μειρακίων πινόντων ὁμοῦ δ ἄλλων γρᾴδι ἦν μεγάλαισιν οἴνου χαίροντα λεπασταῖς. Θεόπομπος Παμφίλῃ: σπόγγος, λεκάνη, πτερόν, λεπαστὴ πάνυ πυκνή, ἣν ἐκπιοῦσ1 ἄκρατον Ἀγαθοῦ Δαίμονος τέττιξ κελαδεῖ.
καὶ ἐν Μήδῳ: ὣς ποτ ἐκήλησεν Καλλίστρατος υἱᾶς Ἀχαιῶν, κέρμα φίλον διαδοὺς ὅτε συμμαχίαν ἐρέεινεν οἰο῀ν δ οὐ κήλησε δέμας λεπτὸν Ῥαδάμανθυν Λύσανδρον κώθωνι, πρὶν αὐτῷ δῶκε λεπαστήν. Ἀμερίας δέ φησι τὴν οἰνοχόην λεπαστὴν καλεῖσθαι.
Ἀριστοφάνης δὲ καὶ Ἀπολλόδωρος γένος εἶναι κύλικος. Φερεκράτης Κραπατάλλοις: τῶν θεατῶν δ ὅστις ἂν διψῇ, λεπαστὴν ἐγχεάμενον ἔστιν ἐκχαρυβδίσαι. Νίκανδρος δ ὁ Κολοφώνιός φησιν Δόλοπας οὕτω καλεῖν τὴν κύλικα. Λυκόφρων δ ἐν τῷ θ περὶ Κωμῳδίας παραθέμενος τὰ Φερεκράτους καὶ αὐτὸς εἶναί φησι γένος κύλικος τὴν λεπαστήν. μόσχος δ ἐν ἐξηγήσει Ῥοδιακῶν Λέξεων κεραμεοῦν ἀγγεῖόν φησιν αὐτὸ εἶναι, ἐοικὸς ταῖς λεγομέναις πτωματίσιν,4 ἐκπεταλώτερον δέ. Ἀρτεμίδωρος δ ὁ Ἀριστοφάνειος ποτήριον ποιόν. Ἀπολλοφάνης δὲ Κρησί: καὶ λεπαστὰ μ ἁδύοινος εὐφρανεῖ δι ἁμέρας.
Θεόπομπος Παμφίλῃ: λεπαστὴ μάλα συχνή, ἣν ἐκπιοῦσ1 ἄκρατον Ἀγαθοῦ Δαίμονος περίστατον βοῶσα τὴν κώμην ποεῖ. παρατιθέμενος Τηλεκλείδου ἐκ Πρυτάνεων καὶ μελιχρὸν οἶνον ἕλκειν ἐξ ἡδύπνου λεπαστῆς.
Ἕρμιππος Μοίραις:
ἂν ἐγὼ πάθω τι τήνδε τὴν λεπαστὴν ἐκπιών, τῷ Διονύσῳ πάντα τἀμαυτοῦ δίδωμι χρήματα.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기