호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ἐρατοσθένης δ ἐν τῇ πρὸς Ἀγήτορα τὸν Λάκωνα Ἐπιστολῇ ὡς κυαθῶδες ἀγγεῖον τὸ κυμβίον παραδίδωσι γράφων οὕτως:? "θαυμάζουσι δὲ οἱ αὐτοὶ καὶ πῶς κύαθον μὴ κεκτημένος, ἀλλὰ κυμβίον μόνον, φιάλην προσεκέκτητο. "δοκεῖ δὴ μοι τὸ μὲν τῆς τῶν ἀνθρώπων χρείας ἕνεκα, τὸ δὲ τῆς τῶν θεῶν τιμῆς εἰς τὴν κτῆσιν παρειληφέναι. "κυάθῳ μὲν οὖν οὐδὲν ἐχρῶντο τότε οὐδὲ κοτύλῃ. κρατῆρα γὰρ ἵστασαν τοῖς θεοῖς, οὐκ ἀργυροῦν οὐδὲ λιθοκόλλητον, ἀλλὰ γῆς Κωλιάδος. "τοῦτον δ ὁσάκις ἐπιπληρώσαιεν,10 ἀποσπείσαντες τοῖς θεοῖς ἐκ τῆς φιάλης ᾠνοχόουν ἐφεξῆς, τὸν νεοκρᾶτα βάπτοντες τῷ κυμβίῳ, καθὰ καὶ νῦν παρ ὑμῖν ποιοῦσιν ἐν τοῖς φιδιτίοις. "εἰ δέ ποτε πλεῖον πιεῖν βουληθεῖεν, προσπαρετίθεσαν τοὺς καλουμένους κοτύλους, κάλλιστα καὶ εὐποτώτατα ἐκπωμάτων. "ἦσαν δὲ καὶ οὗτοι τῆς αὐτῆς κεραμείας. ὅταν δ Ἔφιππος ἐν Ἐφήβοις λέγῃ οὐ κύλικας ἐπὶ τὰ δεῖπνα Χαιρήμων φέρει, οὐ κυμβίοισι πεπολέμηκ Εὐριπίδης· οὐ τὸν τραγικὸν λέγει ποιητήν, ἀλλά τινα ὁμώνυμον αὐτῷ, ἤτοι φίλοινόν τινα ἢ αἰτίαν ἔχοντα οὐ χρηστήν, ὥς φησιν Ἀντίοχος ὁ Ἀλεξανδρεὺς ἐν τῷ περὶ τῶν ἐν τῇ μέσῃ κωμῳδίᾳ κωμῳδουμένων Ποιητῶν.
τὸ γὰρ ἐπάγεσθαι κατὰ τὰς ἑστιάσεις κυμβία καὶ δοκεῖν τούτοις διαμάχεσθαι εἰς ἑκάτερα τείνει, μνημονεύει δ αὐτοῦ καὶ Ἀναξανδρίδης ἐν Νηρηίσιν: δὸς δὴ τὸν χόα αὐτῷ σύ, Κῶμε,2 καὶ τὸ κυμβίον φέρων:
Εὐριπίδης τις σήμερον γενήσεται. καὶ Ἔφιππος ἐν Ὁμοίοις ἢ Ὀβελιαφόροις: Διονυσίου δὲ δράματ ἐκμαθεῖν δέοι καὶ Δημοφῶντος ἅττ ἐποίησεν εἰς Κότυν,4 ῥήσεις τε κατὰ δεῖπνον Θεόδωρός μοι λέγοι, Λάχητὶ τ6 οἰκήσαιμι τὴν ἑξῆς θύραν, κυμβία τε παρέχοιμ ἑστιῶν Εὐριπίδῃ,7 ὅτι δὲ καὶ πλοῖον ἡ κύμβη Σοφοκλῆς ἐν Ἀνδρομέδᾳ φησίν: ἵπποισιν ἢ κύμβαισι ναυστολεῖς χθόνα·
κύββα ποτήριον Ἀπολλόδωρος Παφίους.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기