호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καὶ ἐν τῷ κατὰ Εὐέργου καὶ Μνησιβούλου.? φησὶ δὲ Δίδυμος ὁ γραμματικὸς ἐπίμηκες εἶναι τὸ ποτήριον καὶ στενὸν τῷ σχήματι, παρόμοιον πλοίῳ ὃ καλεῖται κύμβη. καὶ Ἀναξανδρίδης ἐν Ἀγροίκοις: μεγάλ ἴσως ποτήρια προπινόμενα καὶ μέστ ἀκράτου κυμβία ἐκάρωσεν ὑμᾶς. β. ἀνακεχαίτικεν μὲν οὖν. Ἄλεξις Ἱππεῖ: τά τε κυμβία ἆρ ἦν πρόσωπ ἔχοντα χρυσᾶ παρθένων·?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기