호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
διάφοροι δὲ κύλικες γίνονται καὶ ἐν τῇ τοῦ συσσίτου ἡμῶν Ἀθηναίου πατρίδι Ναυκράτει.? εἰσὶν γὰρ φιαλώδεις μέν, οὐ κατὰ τόρνον, ἀλλ ὥσπερ δακτύλῳ πεποιημέναι, καὶ ἔχουσιν ὦτα τέσσαρα, πυθμένα εἰς πλάτος ἐκτεταμένον πολλοὶ δ ἐν τῇ Ναυκράτει κεραμεῖς: ἀφ ὧν καὶ ἡ πλησίον τῶν κεραμείων πύλη Κεραμικὴ καλεῖται καὶ βάπτονται εἰς τὸ δοκεῖν εἶναι ἀργυραῖ. ἐπαινοῦνται δὲ καὶ αἱ Χῖαι κύλικες, ὧν μνημονεύει Ἕρμιππος ἐν Στρατιώταις: Χία δὲ κύλιξ ὑψοῦ κρέμαται περὶ πασσαλόφιν. Γλαύκων δ ἐν ταῖς Γλώσσαις Κυπρίους φησὶ τὴν κοτύλην κύλικα καλεῖν.
Ἑρμῶναξ δ ἐν Συνὠννμοις οὕτως γράφει: Ἀχαιὸς δὲ ὁ Ἐρετριεὺς ἐν Ἀλκμαίωνι ἀντὶ τοῦ κύλικες παραγώγως κυλιχνίδας εἴρηκε διὰ τούτων: ἀλλ ὡς τάχιστα μέλανα δεῦρ ἀμνὸν φέρειν κοινόν τε χρὴ κρατῆρα καὶ κυλιχνίδας. καὶ Ἀλκαῖος κυλίχνας ἐν τῷ,4 πίνωμεν: τί τὰ λύχν ὀμμένομεν·
δάκτυλος ἁμέρα. κὰδ δ ἀείρε κυλίχναις μεγάλαις, ἀίτα, ποικίλαις. οἶνον γὰρ Σεμέλας καὶ Διὸς υἱὸς λαθικαδέα ἀνθρώποισιν ἔδωκ. ἔγχεε κέρναις ἕνα καὶ δύο πλέαις κὰκ κεφαλᾶς. καὶ ἐν τῷ δεκάτῳ: λάταγες ποτέονται κυλιχνᾶν ἀπὸ Τηιᾶν,17 ὡς διαφόρων γινομένων καὶ ἐν Τέῳ κυλίκων.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기