- 텍스트

Athenaeus, The Deipnosophists, Book 11, book 11, chapter 59

(아테나이오스, The Deipnosophists, Book 11, book 11, chapter 59)

κρατάνιον.? μήποτε τὸ νῦν καλούμενον κρανίον ἔκπωμα οὕτως ὠνόμαζον οἱ ἀρχαῖοι. πολέμων γοῦν ἢ ὅστις ἐστὶν ὁ ποιήσας τὸν ἐπιγραφόμενον Ἑλλαδικὸν περὶ τοῦ ἐν Ὀλυμπίᾳ λέγων Μεταποντίνων ναοῦ γράφει καὶ ταῦτα: "ναὸς Μεταποντίνων, ἐν ᾧ φιάλαι ἀργυραῖ ρλβ, οἰνοχόαι ἀργυραῖ β, ἀποθυστάνιον ἀργυροῦν, φιάλαι γ ἐπίχρυσοι. "ναὸς Βυζαντίων, ἐν ᾧ Τρίτων κυπαρίσσινος ἔχων κρατάνιον ἀργυροῦν, σειρὴν ἀργυρᾶ, καρχήσια β ἀργυρᾶ, κύλιξ ἀργυρᾶ, οἰνοχόη χρυσῆ, κέρατα δύο. ἐν δὲ τῷ ναῷ τῆς Ἥρας τῷ παλαιῷ φιάλαι ἀργυραῖ λ, κρατάνια ἀργυρᾶ β, χύτρος ἀργυροῦς, ἀποθυστάνιον χρυσοῦν, κρατὴρ χρυσοῦς, Κυρηναίων ἀνάθημα, βατιάκιον ἀργυροῦν. κρουνεῖα.

Ἐπιγένης Μνηματίῳ: κρατῆρες, κάδοι, ὁλκεῖα, κρουνεῖ. β. ἔστι γὰρ κρουνεῖα· α. ναί. κυαθίς, κοτυλῶδες ἀγγεῖον.

σώφρων ἐν τῷ ἐπιγραφομένῳ μίμῳ Γυναῖκες αἳ τὰν θεὸν φαντὶ ἐξελᾶν: "ὑποκατώρυκται δὲ ἐν κυαθίδι τρικτὺς ἀλεξιφαρμάκων.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION