- 텍스트

Athenaeus, The Deipnosophists, Book 11, book 11, chapter 56 1:

(아테나이오스, The Deipnosophists, Book 11, book 11, chapter 56 1:)

Ἕρμιππος δὲ ἐν Θεοῖς:? τόν τε κότυλον πρῶτον ἤνεγκ ἐνέχυρον τῶν γειτόνων. φησί, καὶ Ἀριστοφάνης ἐν Βαβυλωνίοις. Εὔβουλος δ ἐν Ὀδυσσεῖ ἢ Πανόπταις: ὁ δ ἱερεὺς Εὐήγορος ἐν μέσοις αὐτοῖσιν ἑστὼς τὴν καλὴν σκευὴν ἔχων οἶνον ἐξέσπενδε κοτύλῳ. Πάμφιλος δὲ ποτηρίου φησὶν εἶναι γένος, ἴδιον δ εἶναι Διονύσου. πολέμων δ ἐν τῷ περὶ τοῦ Δίου Κῳδίου φησί: "μετὰ δὲ ταῦτα τὴν τελετὴν ποιεῖ καὶ αἱρεῖ τὰ ἐκ τῆς θαλάμης καὶ νέμει ὅσοι ἂν ὦσι τὸ κέρνος περιενηνοχότες. "τοῦτο δ ἐστὶν ἀγγεῖον κεραμεοῦν ἔχον ἐν αὑτῷ πολλοὺς κοτυλίσκους κεκολλημένους: ": "ἔνεισι δ ἐν αὐτοῖς ὁρ´μινοι, μήκωνες λευκοί, πυροί, κριθαί, πισοί, λάθυροι, ὦχροι, φακοί, κύαμοι, ζειαί, βρόμος, παλάθιον, μέλι, ἔλαιον, οἶνος, γάλα, ὀιόν ἔριον ἄπλυτον. "ὁ δὲ τοῦτο βαστάσας οἱο῀ν λικνοφορήσας τούτων γεύεται.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION