호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
κόνδυ ποτήριον Ἀσιατικόν.? Μένανδρος Κόλακι: κοτύλας χωροῦν δέκα ἐν Καππαδοκίᾳ κόνδυ χρυσοῦν, Στρουθία. : Ἵππαρχος Ἀνασῳζομένοις: προσέχεις τι τούτῳ τῷ στρατιώτῃ· β. τῷδ· ἔχει ἀργύριον οὗτος. α. οὐδαμόθεν, εὖ οἶδ ἐγώ, ἀλλ ἢ δαπίδιον ἓν ἀγαπητὸν ποικίλον, τέρα τ ἔχον καὶ γρῦπας ἐξώλεις τινὰς τῶν Περσικῶν Β. εἰς κόρακας, ὦ μαστιγία. α. καὶ κόνδυ καὶ ψυκτῆρα καὶ τι κυμβίον. Νικόμαχος δ ἐν πρώτῳ περὶ Εὁρτῶν Αἰγυπτίων φησί: "τὸ δὲ κόνδυ ἐστὶ μὲν Περσικόν, τὴν δὲ ἀρχὴν ἣν Ἕρμιππος ἀστρολογικὸς ὡς ὁ κόσμος ἐξ οὗ τῶν θεῶν τὰ θαύματα καὶ τὰ καρπώσιμα γίνεσθαι ἐπὶ γῆς: "διὸ ἐκ τούτου σπένδεσθαι. "Παγκράτης δ ἐν πρώτῳ Βοκχορηίδος: "αὐτὰρ ὅ γε σπείσας ἐκ κόνδυος ἀργυφέοιο νέκταρ ἐπ ἀλλοδαπὴν οἶμον ἔβαινε πόδα. Κονωνεῖος.
Ἴστρος ὁ Καλλιμάχειος ἐν πρώτῳ Πτολεμαίδος τῆς ἐν Αἰγύπτῳ πόλεως γράφει οὕτως: : "κυλίκων Κονωνείων ζεῦγος καὶ θηρικλείων χρυσοκλύστων ζεῦγος.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기