호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ἕρμιπποσ Μοίραισ · οἶσθά νυν ὅ μοι ποίησον; τήνδε νῦν μή μοι δίδου, ἐκ δὲ ταῦ κέρατοσ αὖ μοι δὸσ πιεῖν ἅπαξ μόνον. Λυκοῦργοσ δ’ ὁ ῥήτωρ ἐν τῷ κατὰ Δημάδου Φίλιππόν φησι τὸν βασιλέα προπίνειν κέρατι τούτοισ οἷσ ἐφιλοφρονεῖτο. τοὺσ δὲ Παιόνων βασιλεῖσ φησι Θεόπομποσ ἐν δευτέρᾳ Φιλιππικῶν, τῶν βοῶν τῶν παρ’ αὐτοῖσ γινομένων μεγάλα κέρατα φυόντων, ὡσ χωρεῖν τρεῖσ καὶ τέτταρασ χόασ, ἐκπώματα ποιεῖν ἐξ αὐτῶν, τὰ χείλη περιαργυροῦντασ καὶ χρυσοῦντασ·

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기