- 텍스트

Athenaeus, The Deipnosophists, Book 11, book 11, chapter 50

(아테나이오스, The Deipnosophists, Book 11, book 11, chapter 50)

κελέβῃ.? τούτου τοῦ ἐκπώματος Ἀνακρέων μνημονεύει: ἄγε δή, φέρ ἡμίν,9 ὦ παῖ, κελέβην, ὅκως ἄμυστιν προπίω, τὰ μὲν δέκ ἐγχέας ὕδατος, τὰ πέντε δ οἴνου κυάθους. ἄδηλον δὲ πότερον εἶδός ἐστι ποτηρίου ἢ πᾶν ποτήριον κελέβη καλεῖται ἀπὸ τοῦ χέειν εἰς αὐτὸ τὴν λοιβὴν ἤτοι λείβειν τοῦτο δὲ ἐπὶ τοῦ ὑγροῦ συνήθως ἔταττον, ἀφ οὗ λέγεται καὶ ὁ λέβης. Σιληνὸς δὲ καὶ Κλείταρχος τοὺς Αἰολεῖς φασιν οὕτω καλεῖν τὸ ποτήριον. Πάμφιλος δὲ μόνην τὴν θερμοποτίδα καλουμένην: τὴν κελέβην εἶναι. Νίκανδρος δ ὁ Κολοφώνιος ἐν ταῖς Γλώσσαις ποιμενικὸν ἀγγεῖον μελιτηρὸν τὴν κελέβην εἶναι: καὶ γὰρ Ἀντίμαχος ὁ Κολοφώνιος ἐν πέμπτῳ Θηβαίδος φησί: κήρυκας θ ἅμα τοῖσι φέρειν μέλανος οἴνοιο ἀσκὸν ἐνίπλειον κελέβειὸν θ ὅττι φέριστον οἷσιν ἐνὶ μεγάροις κεῖτο μέλιτος πεπληθός. καὶ πάλιν: ἀτὰρ ἀμφίθετον κελέβειον ἑλόντες ἔμπλειον μέλιτος, τὸ ῥὰ οἱ προφερέστερον ἠε῀ν.

ἀλλαχοῦ δέ φησιν: καὶ χρύσεια δέπαστρα καὶ ἀσκηθέος κελέβειον ἔμπλειον μέλιτος, τὸ ῥὰ οἱ προφερέστερον εἰή. σαφῶς γὰρ νῦν κελέβειον ἀντὶ ἀγγείου τινὸς τέθεικε, προειπὼν ποτήρια δέπαστρα. Θεόκριτος δ ὁ Συρακόσιος ἐν ταῖς Φαρμακευτρίαις φησίν στέψον τὰν κελέβαν φοινικέῳ οἰὸς ἀώτῳ : καὶ Εὐφορίων ἠέ ποθεν ποταμῶν κελέβῃ ἀποήφυσας ὕδωρ.

Ἀνακρέων ᾠνοχόει δ ἀμφίπολος μελιχρὸν οἶνον τρικύαθον κελέβην ἔχουσα. Διονύσιος δ ὁ Λεπτὸς ἐξηγούμενος Θεοδωρίδα τὸ εἰς τὸν Ἔρωτα μέλος τὴν κελέβην φησὶ τίθεσθαι ἐπὶ τοῦ ὀρθοῦ ποτηρίου οἱο῀ν Προυσιάδος καὶ θηρικλείου.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION