호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἔθος γὰρ ἦν τοῖς ἀρχαίοις ἐπὶ τῶν τραπεζῶν κεκραμένα τιθέναι ποτήρια, καθὰ καὶ Ὅμηρος ποιεῖ.? ὠνομάσθη δὲ τὸ καρχήσιον διὰ τὸ τραχύσματα ἔχειν κερχνοειδῆ,4 καὶ εἴρηται κατὰ ἐναλλαγὴν τοῦ ει πρὸς τὸ α ἀντὶ τοῦ κερχήσιον διὸ καὶ Ὅμηρος τοὺς ὑπὸ δίψους κρατουμένους καρχαλέους εἶπεν. Χάρων δ ὁ Λαμψακηνὸς ἐν τοῖς ῾` Ὥροις παρὰ Λακεδαιμονίοις φησὶν ἔτι καὶ εἰς αὐτὸν δείκνυσθαι τὸ δέπας τὸ δοθὲν Ἀλκμήνῃ ὑπὸ Διός, ὅτε Ἀμφιτρύωνι εἰκάσθη.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기