호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καδίσκος ·? . Φιλήμων ἐν τῷ προειρημένῳ συγγράμματι ποτηρίου εἶδος. ἀγγεῖον δ ἐστὶν ἐν ᾧ τοὺς κτησίους Δίας ἐγκαθιδρύουσιν, ὡς Αὐτοκλείδης φησὶν ἐν τῷ Ἐξηγητικῷ γράφων οὕτως: "Διὸς κτησίου σημεῖα ἱδρύεσθαι χρὴ ὧδε: "καδίσκον καινὸν δίωτον ἐπίθημα ἔχοντα στέψαι τὰ ὦτα ἐρίῳ λευκῷ καὶ ἐκ τοῦ ὤμου τοῦ δεξιοῦ καὶ ἐκ τοῦ μετώπου τοῦ κροκίου, καὶ ἐσθεῖναι ὅ τι ἂν εὑρ´ῃς καὶ εἰσχέαι ἀμβροσίαν. "ἡ δ ἀμβροσία ὕδωρ ἀκραιφνές, ἔλαιον, παγκαρπία: "ἅπερ ἔμβαλε. μνημονεύει τοῦ καδίσκου καὶ Στράττις ὁ κωμικὸς ἐν Λημνομέδᾳ λέγων οὕτως: Ἑρμῆς, ὃν ἕλκουσ1 οἱ μὲν ἐκ προχοιδίου, οἱ δ ἐκ καδίσκου σ1 ἴσον ἴσῳ κεκραμένον.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기