- 텍스트

Athenaeus, The Deipnosophists, Book 11, book 11, chapter 45

(아테나이오스, The Deipnosophists, Book 11, book 11, chapter 45)

κάδος.? Σιμμίας ποτήριον, παρατιθέμενος Ἀνακρέοντος: ἠρίστησα μὲν ἰτρίου λεπτοῦ μικρὸν ἀποκλάς, οἴνου δ ἐξέπιον κάδον. Ἐπιγένης δ ἐν Μνηματίῳ φησίν κρατῆρες, κάδοι, ὁλκεῖα, κρουνεῖ. β. ἔστι γὰρ κρουνεῖα· α. ναί2 λουτήρι ἀλλὰ τί καθ ἕκαστον δεῖ λέγειν· ὄψει γὰρ αὐτός. β. βασιλέως υἱὸν λέγεις Καρῶν ἀφῖχθαι· α. δηλαδὴ, Πιξώδαρον. Ἡδύλος Ἐπιγράμμασι: πίνωμεν καὶ γάρ τι νέον, καὶ γάρ τι παρ οἶνον εὑρ´οιμ ἂν λεπτὸν καί τι μελιχρὸν ἔπος.

"παῖζε, Ἡδύλε. μισῶ ζῆν ἐς κενόν, οὐ μεθύων. καὶ ἐν ἄλλῳ: ἐξ ἠοῦς εἰς νύκτα καὶ ἐκ νυκτῶν πάλι Σωκλῆς εἰς ἠοῦν πίνει τετραχόοισι κάδοις, εἶτ ἐξαίφνης που τυχὸν οἴχεται. ἀλλὰ παρ οἶνον Σικελίδεω παίζει πουλὺ μελιχρότερον, ἐστὶ δὲ καὶ πολὺ δὴ στιβαρώτερος. ὡς δ ἐπιλάμπει ἡ χάρις, ὥστε φίλος καὶ γράφε καὶ μέθυε.

Κλείταρχος δ ἐν ταῖς Γλώσσαις τὸ κεράμιόν φησιν Ιὤνας κάδον καλεῖν. Ἡρόδοτος δ ἐν τῇ τρίτῃ φοινικηίου, φησίν, οἴνου κάδον.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION