- 텍스트

Athenaeus, The Deipnosophists, Book 11, book 11, chapter 41

(아테나이오스, The Deipnosophists, Book 11, book 11, chapter 41)

θηρίκλειος.? ἡ κύλιξ αὕτη ἐγκάθηται περὶ τὰς λαγόνας ἱκανῶς βαθυνομένη ὦτά τε ἔχει βραχέα ὡς ἂν κύλιξ οὖσα. καὶ μήποτε Ἄλεξις ἐν Ἡσιόνῃ θηρικλείῳ ποιεῖ τὸν Ἡρακλέα πίνοντα, ὅταν οὑτωσὶ λέγῃ : γενόμενος δ ἔννους μόλις ᾔτησε κύλικα καὶ λαβὼν ἑξῆς πυκνὰς ἕλκει, καταντλεῖ, κατά τε τὴν παροιμίαν αἰεὶ ποτ εὖ μὲν ἀσκός, εὖ δὲ θύλακος ἅνθρωπός ἐστιν. ὅτι δὲ κύλιξ ἐστὶν ἡ θηρίκλειος σαφῶς παρίστησιν Θεόφραστος ἐν τῇ περὶ Φυτῶν Ἱστορίᾳ, διηγούμενος γὰρ περὶ τῆς τερμίνθου φησί:?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION