- 텍스트

Athenaeus, The Deipnosophists, Book 11, book 11, chapter 41

(아테나이오스, The Deipnosophists, Book 11, book 11, chapter 41)

θηρίκλειος.? ἡ κύλιξ αὕτη ἐγκάθηται περὶ τὰς λαγόνας ἱκανῶς βαθυνομένη ὦτά τε ἔχει βραχέα ὡς ἂν κύλιξ οὖσα. καὶ μήποτε Ἄλεξις ἐν Ἡσιόνῃ θηρικλείῳ ποιεῖ τὸν Ἡρακλέα πίνοντα, ὅταν οὑτωσὶ λέγῃ : γενόμενος δ ἔννους μόλις ᾔτησε κύλικα καὶ λαβὼν ἑξῆς πυκνὰς ἕλκει, καταντλεῖ, κατά τε τὴν παροιμίαν αἰεὶ ποτ εὖ μὲν ἀσκός, εὖ δὲ θύλακος ἅνθρωπός ἐστιν. ὅτι δὲ κύλιξ ἐστὶν ἡ θηρίκλειος σαφῶς παρίστησιν Θεόφραστος ἐν τῇ περὶ Φυτῶν Ἱστορίᾳ, διηγούμενος γὰρ περὶ τῆς τερμίνθου φησί: "τορνεύεσθαι δὲ ἐξ αὐτῆς καὶ κύλικας θηρικλείους, ὥστε μηδένα ἂν διαγνῶναι πρὸς τὰς κεραμέας. κατασκευάσαι δὲ λέγεται τὴν κύλικα ταύτην Θηρικλῆς ὁ Κορίνθιος κεραμεύς, ἀφ οὗ καὶ τοὔνομα ἔσχε,4 γεγονὼς τοῖς χρόνοις κατὰ τὸν κωμικὸν Ἀριστοφάνη. μνημονεύει δὲ τῆς κύλικος Θεόπομπος μὲν ἐν Νεμέᾳ οὕτως : σπι. χώρει σὺ δεῦρο, Θηρικλέους πιστὸν τέκνον, γενναῖον εἶδος, ὄνομά σοι τί θώμεθα· ἆρ εἶ κάτοπτρον φύσεος·

ἢν πλῆρες δοθῇς, οὐδὲν ποτ ἄλλο. δεῦρο δή, γεμίσω σ1 ἐγώ. γραῦ Θεολύτη, γραῦ. θεολ. τί με καλεῖς σύ, φίλτατε· σπι. ἵν ἀσπάσωμαι δεῦρο παρ ἐμέ, Θεολύτη, παρὰ τὸν νέον ξύνδουλον. οὑτωσὶ καλῶς. θεολ. Σπινθὴρ τάλας, πειρᾷς με. σπι. ναί,10 τοιοῦτό τι: φιλοτησίαν δὲ τήνδε σοι προπίομαι. δέξαι: πιοῦσα δ ὁπόσον ἄν σοι θυμὸς ᾖ, παράδος τὸ περιόν. Κλεάνθης δ ἐν τῷ περὶ Μεταλήψεως συγγράμματὶ τὰ τούτων:

εὑρήματα καὶ ὅσα τοιαῦτα εὐκατάληπτά ἐστιν, οἱο῀ν Θηρίκλειος, Δεινιάς,6 Ἰφικρατίς, ταῦτα γὰρ πρότερον συνιστορεῖν τοὺς εὑρόντας, φαίνεται δ ἔτι καὶ νῦν: εἰ δὲ μὴ ποιεῖ τοῦτο, μεταβεβληκὸς ἂν εἰή μικρὸν τοὔνομα. ἀλλά, καθάπερ εἴρηται, οὐκ ἔστιν πιστεῦσαι τῷ τυχόντι ἄλλοι δ ἱστοροῦσι θηρίκλειον ὀνομασθῆναι τὸ ποτήριον διὰ τὸ δορὰς θηρίων αὐτῷ ἐντετυπῶσθαι. Πάμφιλος δ ὁ Ἀλεξανδρεὺς ἀπὸ τοῦ τὸν Διόνυσον τοὺς θῆρας κλονεῖν σπένδοντα ταῖς κύλιξι ταύταις κατ αὐτῶν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION