호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ἡράκλειον.? Πείσανδρος ἐν δευτέρῳ Ἡρακλείας τὸ δέπας ἐν ᾧ διέπλευσεν ὁ Ἡρακλῆς τὸν Ὠκεανοῦ εἶναι μέν φησιν Ἡλίου, λαβεῖν δ αὐτὸ παρ κεανοῦ τὸν Ἡρακλέα. μήποτε δὲ ἐπεὶ μεγάλοις ἔχαιρε ποτηρίοις ὁ ἡρ´ως, διὰ τὸ μέγεθος παίζοντες οἱ ποιηταὶ καὶ συγγραφεῖς πλεῖν αὐτὸν ἐν ποτηρίῳ ἐμυθολόγησαν. Πανύασις δ ἐν πρώτῳ ῾ Ἡρακλείας παρὰ Νηρέως φησὶ τὴν τοῦ ῾ Ἡλίου φιάλην κομίσασθαι τὸν Ἡρακλέα καὶ διαπλεῦσαι εἰς Ἐρύθειαν. ὅτι δὲ εἷς ἦν ὁ Ἡρακλῆς τῶν πλεῖστον πινόντων προείπομεν. ὅτι δὲ καὶ ὁ Ἥλιος ἐπὶ ποτηρίου διεκομίζετο ἐπὶ τὴν δύσιν Στησίχορος μὲν οὕτως φησίν ἀέλιος δ Ὑπεριονίδας δέπας ἐσκατέβαινε χρύσεον, ὄφρα δι Ὠκεανοῖο περάσας ἀφίκοιθ ἱερᾶς ποτὶ βένθεα νυκτὸς ἐρεμνᾶς ποτὶ ματέρα κουριδίαν τ ἄλοχον πάιδὰς τε φίλους.
ὁ δ ἐς ἄλσος ἔβα δάφναισι κατάσκιον ποσὶν πάις Διός.
καὶ Ἀντίμαχος δ οὑτωσὶ λέγει: τότε δὴ χρυσέῳ ἐν δέπαι ἠέλιον πόμπευεν ἀγακλυμένη Ἐρύθεια, καὶ Αἰσχύλος ἐν Ἡλιάσιν ἔνθ ἐπὶ δυσμαῖς τεοῦ πατρὸς Ἡφαιστοτευχὲς δέπας, ἐν τῷ διαβάλλει πολὺν οἰδματόεντα περίδρομον πόρον συθείς,5 μελανίππου προφυγὼν ἱερᾶς νυκτὸς ἀμολγόν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기