- 텍스트

Athenaeus, The Deipnosophists, Book 11, book 11, chapter 34

(아테나이오스, The Deipnosophists, Book 11, book 11, chapter 34)

δακτυλωτὸν ἔκπωμα οὕτως καλούμενον παρὰ Ιὤνι ἐν Ἀγαμέμνονι:? οἴσῃ δὲ δῶρον ἄξιον δραμήματος ἔκπωμα δακτυλωτόν, ἄχραντον πυρί, Πελίου μὲν ἆθλον, Κάστορος δ ἔργον ποδῶν. Ἐπιγένης μὲν οὖν ἀκούει τὸ ἄμφωτον ποτήριον, εἰς ὃ οἱό῀ν τε τοὺς δακτύλους διείρειν ἑκατέρωθεν: ἄλλοι δὲ τὸ ἐν κύκλῳ τύπους ἔχον οἱο῀ν δακτύλους, ἢ τὸ ἔχον ἐξοχὰς οἱᾶ τὰ Σιδώνια ποτήρια, ἢ τὸ λεῖον. τὸ ἐπιτήδειον εἰς ψυχρῶν ὑδάτων ὑποδοχὴν ἢ τὸ πρὸς ψυχροποσίαν εὔθετον. τινὲς δὲ τὸ κέρας, περὶ δὲ τὴν Μολοσσίδα οἱ βόες ὑπερφυῆ ἱστοροῦνται κέρατα ἔχειν: περὶ ὧν τῆς κατασκευῆς Θεόπομπος ἱστορεῖ. ἐξ ὧν πιθανὸν καὶ αὐτὸν ἐσχηκέναι. πλησίον δὲ τῆς Μολοσσίας ἡ Ιὠλκός, ἐν ᾗ ὁ ἐπὶ Πελίᾳ ἀγὼν ἐτέθη. "ὅτι παρήκουσεν Ιὤν Ὁμήρου λέγοντος: "πέμπτῳ δ ἀμφίθετον φιάλην ἀπύρωτον ἔθηκεν. "ἔδοξε γὰρ ἔκπωμα εἶναι: "ἐστὶ δὲ χαλκίον ἐκπέταλον λεβητῶδες, ἐπιτηδείως ἔχον πρὸς ὑδάτων ψυχρῶν ὑποδοχάς. δακτυλωτὸν δ οἱο῀ν κύκλῳ τὴν φιάλην κοιλότητας: "ἔχουσαν ἔνδοθεν οἱο῀ν δακτύλων, ἢ ἐπεὶ περιείληπται τοῖς τῶν πινόντων δακτύλοις. "τινὲς δὲ ἀπύρωτον φιάλην τὸ κέρας: "οὐ γὰρ γίνεται διὰ πυρός. λέγοι δ ἂν ἴσως κατὰ μεταφορὰν ἔκπωμα τὴν φιάλην. Φιλήμων δ ἐν τοῖς Ἀττικοῖς Ὀνόμασιν ἢ Γλώτταις προθεὶς καλπίς φησι:

". δακτυλωτὸν ἔκπωμα καὶ τὸ ἄμφωτον, εἰς ὅ ἐστιν οἱό῀ν τε τοὺς δακτύλους ἑκατέρωθεν διείρειν. "οἱ δὲ τὸ ἔχον κύκλῳ δακτυλοειδεῖς τύπους τινάς.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION