- 텍스트

Athenaeus, The Deipnosophists, Book 11, book 11, chapter 32

(아테나이오스, The Deipnosophists, Book 11, book 11, chapter 32)

δεῖνος.? ὅτι καὶ τοῦτο ποτηρίου ὄνομα: Διονύσιος ὁ Σινωπεὺς ἐν Σῳζούσῃ καταλέγων ὀνόματα ποτηρίων μνημονεύει καὶ τούτου λέγων οὕτως ι ὅσα δ ἐστὶν εἴδη θηρικλείων τῶν καλῶν, γύναι,5 δικότυλοι, τρικότυλοι, δεῖνος μέγας χωρῶν μετρητήν, κυμβίον, σκύφοι, ῥυτά β. ποτήρι ἡ γραῦς, ἄλλο δ οὐδὲ ἓν βλέπει. δ ὁ φιλόσοφος ἐν τῷ περὶ Μεταλήψεως ι ε ἀπὸ τῶν κατασκευασάντων φησὶν ὀνομασθῆναι τήν τε Θηρίκλειον κύλικα καὶ τὴν Δεινιάδα Σέλευκος δ εἰπὼν ἐκπώματος εἶναι γένος τὸν δεῖνον παρατίθεται Στράττιδος ἐκ Μηδείας:

Τελέσιλλα δὲ ἡ Ἀργεία καὶ τὴν ἅλω καλεῖ δῖνον. οἶσθ ᾧ προσέοικεν, ὦ Κρέων, τὸ βρέγμα σου· ἐγᾦδα: δείνῳ περὶ κάτω τετραμμένῳ. Ἀρχέδικος δ ἐν Διαμαρτάνοντι παράγων οἰκέτην τινὰ περὶ ἑταιρίδων διαλεγόμενόν φησι: Νικοστράτην τιν ἤγαγον πρῴην σφόδρα γρυπήν, Σκοτοδίνην ἐπικαλουμένην ὅτι δεῖνὸν ποτ ἦρεν ἀργυροῦν ἐν τῷ σκότῳ. β. δεῖνον καὶ δεινόν,2 ὦ θεοί. ἐστὶ καὶ γένος ὀρχήσεως, ὡς Ἀπολλοφάνης ἐν Δαλίδι παρίστησιν οὑτοσὶ δεῖνος τι δεινος καὶ καλαθίσκος οὑτοσί. Κυρηναῖοι δὲ τὸν ποδονιπτῆρα δεῖνον ὀνομάζουσιν, ὡς Φιλίτας φησιν ἐν Ἀτάκτοις.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION