- 텍스트

Athenaeus, The Deipnosophists, Book 11, book 11, chapter 30

(아테나이오스, The Deipnosophists, Book 11, book 11, chapter 30)

γραμματικόν ἔκπωμα τὸ γράμματα ἔχον ἐγκεχαραγμένα.? Ἄλεξις: τὴν ὄψιν εἴπω τοῦ ποτηρίου γέ σοι πρώτιστον. ἦν γὰρ στρογγύλον,3 μικρὸν πάνυ, παλαιόν, ὦτα συντεθλασμένον σφόδρα, ἔχον κύκλῳ τε γράμματ. β. · α. οὐκ ἄλλου μὲν οὖν. τοιοῦτον εἴδομεν ποτήριον γραμματικὸν ἀνακείμενον ἐν Καπύῃ τῆς Καμπανίας τῇ Ἀρτέμιδι, ἀργυροῦν, ἐκ τῶν Ὁμηρικῶν ἐπῶν κατεσκευασμένον, καὶ ἐντετυπωμένα ἔχον τὰ ἔπη χρυσοῖς γράμμασιν, ὡς τὸ Νέστορος ὄν. Ἀχαιὸς δ ὁ τραγικὸς ἐν Ὀμφάλῃ καὶ αὐτὸς περὶ γραμματικοῦ ποτηρίου ποιεῖ τοὺς Σατύρους τάδε λέγοντας: ὁ δὲ σκύφος με τοῦ θεοῦ καλεῖ πάλαι τὸ γράμμα φαίνων,5 δέλτ, ἰῶτα καὶ τρίτον οὖ,6 νῦ τὸ τ ὖ πάρεστι, κοὐκ ἀπουσίαν ἐκ τοὐπέκεινα σὰν τὸ τ οὖ κηρύσσετον.

ἐν τούτοις λείπει τὸ ὖ στοιχεῖον, ἐπεὶ πάντες οἱ ἀρχαῖοι τῷ οὖ ἀπεχρῶντο οὐ μόνον ἐφ ἧς νῦν τάττεται δυνάμεως, ἀλλὰ καὶ ὅτε τὴν δίφθογγον διασημαίνει διὰ τοῦ οὖ μόνου γράφουσι. παραπλησίως δὲ καὶ τὸ εἶ γράφουσιν καὶ ὅταν καθ αὑτὸ μόνον ἐκφωνῆται καὶ ὅταν συζευγνυμένου τοῦ ἰῶτα.

κἀν τοῖς προκειμένοις οὖν οἱ σάτυροι τοῦ Διονύσου τὴν τελευταίαν συλλαβὴν διὰ τοῦ οὖ μόνου ὡς βραχέος ἐγκεχαραγμένου ἐδήλωσαν ὅτι συνυπακούεσθαι δεῖ καὶ τὸ ὖ, ἵν ᾖ Διονύσου, τὸ δὲ σὰν ἀντὶ τοῦ σίγμα Δωρικῶς εἰρήκασιν. οἱ γὰρ μουσικοί, καθάπερ πολλάκις Ἀριστόξενός φησι, τὸ σίγμα λέγειν παρῃτοῦντο διὰ τὸ σκληρόστομον εἶναι καὶ ἀνεπιτήδειον αὐλῷ: τὸ δὲ ρ διὰ τὸ εὔκολον πολλάκις παραλαμβάνουσι.

καὶ τοὺς ἵππους τοὺς τὸ ξ ἐγκεχαραγμένον ἔχοντας σαμφόρας καλοῦσιν. Ἀριστοφάνης Νεφέλαις: οὔτ αὐτὸς οὔθ ὁ ζύγιος οὔθ ὁ σαμφόρας. καὶ Πίνδαρος δέ φησι: πρὶν μὲν ἡρ῀πε σχοινοτένειὰ τ ἀοιδὰ καὶ τὸ σὰν κίβδηλον ἀπὸ στομάτων. μνημονεύει δὲ τοῦ γραμματικοῦ ἐκπώματος ὡς οὕτως καλουμένου Εὔβουλος ἐν Νεοττίδι οὕτως ι μισῶ κάκιστον γραμματικὸν ἔκπωμ ἀεί. ἀτὰρ ὡς ὅμοιον οὑμὸς υἱὸς ᾤχετο ἔχων φιάλιον τῷδε. β.

πολλὰ γίνεται ὅμοια.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION