호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ἀντιγονίς ἔκπωμα ἀπὸ τοῦ βασιλέως Ἀντιγόνου, ὡς ἀπὸ Σελεύκου σελευκὶς, καὶ ἀπὸ Προυσίου Προυσίας.? ἀναφαῖα ἡ θερμοποτὶς παρὰ Κρησίν. ἀρύβαλλος ποτήριον κάτωθεν εὐρύτερον, ἄνω δὲ συνηγμένον, ὡς τὰ συσπαστὰ βαλάντια, ἃ καὶ αὐτὰ διὰ τὴν ὁμοιότητα ἀρυβάλλους τινὲς καλοῦσιν. Ἀριστοφάνης Ἱππεῦσι: κατασπένδειν κατὰ τῆς κεφαλῆς ἀρυβάλλῳ ἀμβροσίαν. οὐ πόρρω δέ ἐστι τοῦ ἀρυστίχου ὁ ἀρύβαλλος, ἀπὸ τοῦ ἀρύτειν καὶ βάλλειν. λέγουσι δὲ καὶ πρόχουν ἄρυστιν. Σοφοκλῆς: κακὴ κακῶς σὺ πρὸς θεῶν ὀλουμένη, ἣ τὰς ἀρύστεις ὧδ ἔχουσ1 ἐκώμασας. ἐστὶ δὲ καὶ πόλις Ιὤνων Ἄρυστις.
ἀργυρὶς εἶδος ποτηρίου, οὐ μόνον ἐξ ἀργύρου, Ἀναξίλας: καὶ πίνειν ἐξ ἀργυρίδων χρυσῶν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기