- 텍스트

Athenaeus, The Deipnosophists, Book 11, book 11, chapter 25

(아테나이오스, The Deipnosophists, Book 11, book 11, chapter 25)

ὅτι ἐστὶ ποτήριον Ἀμαλθείας κέρας καὶ ἐνιαυτὸς καλούμενον.? ἄμφωξις ξύλινον ποτήριον ᾧ χρῆσθαι τοὺς ἀγροίκους Φιλίτας φησι, ἀμέλγοντας εἰς αὐτὸ καὶ οὕτως πίνοντας. ἄμυστις. καλεῖται μὲν οὕτω πόσις τις, ἣν ἔστιν ἀπνευστὶ πίνειν μὴ μύσαντα. καλοῦσι δ οὕτω καὶ τὰ ποτήρια ἀφ: ὧν ἔστι πιεῖν εὐμαρῶς. καὶ τὸ ῥῆμα δὲ ἐξημύστισε φασί, τὸ ὑφ ἓν πνεῦμα πιεῖν,: ὡς ὁ κωμικὸς Πλάτων: λύσας διαρκῆ στάμνον εὐώδους ποτοῦ ἱήσιν εὐθὺς κύλικος εἰς κοῖλον κύτος: ἔπειτ ἄκρατον κου τεταργανωμένον ἔπινε κἀξημύστισεν.

ἔπινον δὲ τὴν ἄμυστιν μετὰ μέλους, μεμετρημένου πρὸς ὠκύτητα χρόνου, ὡς Ἀμειψίας: αὔλει μοι μέλος: σὺ δ ᾆδε πρὸς τήνδ , ἐκπίομαι δ ἐγὼ τέως. αὔλει σύ, καὶ σὺ τὴν ἄμυστιν λάμβανε. β. οὐ χρὴ πόλλ ἔχειν θνητὸν ἄνθρωπον, ἀλλ ἐρᾶν καὶ κατεσθίειν: σὺ δὲ κάρτα φείδῃ.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION