호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἀγκύλῃ ποτήριον πρὸς τὴν τῶν κοττάβων παιδιὰν χρήσιμον.? Κρατῖνος: πιεῖν δὲ θάνατος οἶνον ἂν ὕδωρ ἐπῇ. ἀλλ ἴσον ἴσῳ μάλιστ ἀκράτου δύο χοᾶς πίνουσ1 ἀπ ἀγκύλης ἐπονομάζουσ1: ἅμα ἱήσι λάταγας τῷ Κορινθίῳ πέει. καὶ Βακχυλίδης: εὖτε τὴν ἀπ: ἀγκύλης ἱήσι τοῖς νεανίαις,2 λευκὸν ἀντείνασα πῆχυν. ἐντεῦθεν ἐννοοῦμεν τοὺς παρ Αἰσχύλῳ ἀγκυλητοὺς κοττάβους. λέγονται δὲ καὶ δόρατα ἀγκυλητὰ καὶ μεσάγκυλα: ἀλλ ἀπὸ ἀγκύλης ἤτοι τῆς δεξιᾶς χειρός, καὶ ἡ κύλιξ δὲ ἡ ἀγκύλη διὰ τὸ ἐπαγκυλοῦν τὴν δεξιὰν χεῖρα ἐν τῇ προέσει. ἦν γὰρ τοῖς παλαιοῖς πεφροντισμένον καλῶς καὶ εὐσχημόνως κότταβον προίεσθαι. καὶ οἱ πολλοὶ ἐπὶ τούτῳ μᾶλλον ἐφρόνουν μέγα ἢ ἐπὶ τῷ εὖ ἀκοντίζειν. ὠνομάσθη οὖν ἀπὸ τοῦ τῆς χειρὸς σχηματισμοῦ, ὃν ποιούμενοι εὐρύθμως ἐρρίπτουν εἰς τὸ κοττάβιον. καὶ οἴκους δὲ ἐπιτηδείους κατεσκεύαζον εἰς ταύτην τὴν παιδιάν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기