- 텍스트

Athenaeus, The Deipnosophists, Book 11, book 11, chapter 21

(아테나이오스, The Deipnosophists, Book 11, book 11, chapter 21)

ὁρᾷς δ, ὅταν πίνωσιν ἄνθρωποι, τότε πλουτοῦσι, διαπράττουσι, νικῶσιν δίκας, εὐδαιμονοῦσιν, ὠφελοῦσι τοὺς φίλους.? αὔξει γὰρ καὶ τρέφει μεγαλύνει τε τὴν ψυχὴν ἡ ἐν τοῖς πότοις διατριβή, ἀναζωπυροῦσα καὶ ἀνεγείρουσα μετὰ φρονήσεως τὸν ἑκάστου νοῦν, ὥς φησιν ὁ Πίνδαρος: ἁνίκ ἀνθρώπων καματώδεες οἴχονται μέριμναι στηθέων ἔξω, πελάγει δ ἐν πολυχρύσοιο πλούτου πάντες ἴσᾳ νέομεν ψευδῆ πρὸς ἀκτὰν ὃς μὲν ἀχρήμων, ἀφνεὸς τότε, τοὶ δ αὖ πλουτέοντες εἶτ ἐπάγει ἀέξονται φρένας ἀμπελίνοις τόξοις δαμέντες.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION