호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἔθος δ ἦν πρότερον ἐν τῷ ποτηρίῳ ὕδωρ ἐμβάλλεσθαι, μεθ ὃ τὸν οἶνον.? Ξενοφάνης: οὐδέ κεν ἐν κύλικι πρότερον κεράσειέ τις οἶνον ἐγχέας , ἀλλ ὕδωρ καὶ καθύπερθε μέθυ. Ἀνακρέων φέρ ὕδωρ, φέρ οἶνον, ὦ παῖ, φέρε δ ἀνθεμεῦντας ἡμῖν στεφάνους ἔνεικον, ὡς δὴ πρὸς Ἔρωτα πυκταλίζω. πρὸ δὲ τούτων Ἡσίοδος: κρήνης τ ἀενάου καὶ πορρύτου, ἥτ ἀθόλωτος, τρὶς ὕδατος προχέειν, τὸ δὲ τέτρατον ἱέμεν οἴνου. "ἐπεὶ καὶ τὰ περὶ τὴν κρᾶσιν ἐναντίως εἶχε τὸ παλαιὸν τῷ νῦν παρ Ἕλλησιν ὑπάρχοντι. "ου γὰρ τὸ ὕδωρ ἐπὶ τὸν οἶνον ἐπέχεον, ἀλλ ἐπὶ τὸ ὕδωρ τὸν οἶνον, ὅπως ἐν τῷ πίνειν ὑδαρεστέρῳ χρῷντο τῷ ποτῷ καὶ τούτου ποιησάμενοι τὴν ἀπόλαυσιν ἧττον ὀρέγοιντο τοῦ λοιποῦ. καὶ τὸ πλεῖστον δὲ εἰς τοὺς κοττάβους κατανήλισκον.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기