호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
῾` Ὅτι διὰ σπουδῆς εἶχον οἱ ἀρχαῖοι ἐγκόλαπτον ἱστορίαν ἔχειν ἐν ἐκπώμασιν.? ἐν ταύτῃ δὲ τῇ τέχνῃ εὐδοκίμησαν Κίμων καὶ Ἀθηνοκλῆς. ἐχρῶντο δὲ καὶ λιθοκολλήτοις ἐκπώμασι. Μένανδρος δὲ πού φησι καὶ ποτήριον τορνευτὸν καὶ τορευτά. Ἀντιφάνης: : ἄλλοι δὲ καὶ δὴ βακχίου παλαιγενοῦς ἀφρῷ σκιασθὲν χρυσοκόλλητον δέπας μεστὸν κύκλῳ τορευτὸν ἕλκουσι γνάθοις ὁλκῆς ἀπαύστοις, παντελῶς ἐστραμμένον τἄνω κάτω δεικνύντες. φησὶ πρός τινα Νικόμαχος: ὦ χαῖρε,3 χρυσόκλυστα καὶ χρυσοῦς ἐμῶν Φιλιππίδης: τὰ ποτήρι: ἂν ἴδῃς τὰ παρεσκευασμένα, ἅπαντα χρυσᾶ, Τρόφιμε, νὴ τὸν Οὐρανόν, ὑπερήφαν ἔργ. ἐγὼ μὲν ἐξέστην ἰδών. "χρυσῶν σταθμὸς τάλαντα Βαβυλώνια ογ, μναῖ νβ.
"ποτηρίων λιθοκολλήτων σταθμὸς τάλαντα Βαβυλώνια νς, μναῖ λδ.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기