호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
παραιτητέον δ ἡμῖν τὰ κεράμεα ποτήρια, καὶ γὰρ Κτησίας παρὰ Πέρσαις φησίν, ὃν ἂν βασιλεὺς ἀτιμάσῃ, κεραμέοις ποτηρίοις ὁ χρῆται Χοιρίλος δ ὁ ἐποποιός φησι:? χερσὶν ἔχω κολοβὸν κύλικος τρύφος ἀμφὶς ἐαγός, ἀνδρῶν δαιτυμόνων ναυάγιον, οἱά῀ τε πολλὰ πνεῦμα Διωνύσοιο πρὸς Ὕβριος ἔκβαλεν ἀκτάς. ἐγὼ δ εὖ οἶδα ὅτι ἥδιστα πολλάκις ἐστὶ τὰ κεράμεα ἐκπώματα, ὡς καὶ τὰ παρ ἡμῖν ἐκ τῆς Κόπτου καταγόμενα: μετὰ γὰρ ἀρωμάτων συμφυραθείσης τῆς γῆς ὀπτᾶται. καὶ Ἀριστοτέλης δὲ ἐν τῷ περὶ Μέθης αἱ Ῥοδιακαί φησί, προσαγορευόμεναι χυτρίδες διά τε τὴν ἡδονὴν εἰς τὰς μέθας παρεισφέρονται καὶ διὰ τὸ θερμαινομένας τὸν οἶνον ἧττον ποιεῖν μεθύσκειν.
σμύρνης γὰρ καὶ σχοίνου καὶ τῶν τοιούτων ἑτέρων εἰς ὕδωρ ἐμβληθέντων ἕψονται καὶ παραχεόντων εἰς τὸν οἶνον ἧττον μεθύσκουσιν κἀν ἄλλῳ δὲ μέρει φησὶν αἱ Ῥοδιακαὶ χυτρίδες γίνονται σμύρνης, σχοίνου, ἀνήθου,1 κρόκου, βαλσάμου, ἀμώμου, κινναμώμου συνεψηθέντων: ἀφ ὧν τὸ γινόμενον τῷ οἴνῳ παραχυθὲν οὕτω μέθας ἵστησιν ὥστε καὶ τῶν ἀφροδισίων παραλύειν τὰ πνεύματα πέττον.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기