- 텍스트

Athenaeus, The Deipnosophists, Book 11, book 11, chapter 8

(아테나이오스, The Deipnosophists, Book 11, book 11, chapter 8)

καὶ ὁ χαρίεις δ Ἀνακρέων φησίν:? ου φιλέω ὃς κρητῆρι παρὰ πλέῳ οἰνοποτάζων νείκεα καὶ πόλεμον δακρυόεντα λέγει, ἀλλ ὅστις Μουσέων τε καὶ ἀγλαὰ δῶρ Ἀφροδίτης συμμίσγων ἐρατῆς μνῄσκεται εὐφροσύνης. καὶ Ιὤν δὲ ὁ Χῖός φησιν: χαιρέτω ἡμέτερος βασιλεύς, σωτήρ τε πατήρ τε: ἡμῖν δὲ κρητῆρ οἰνοχόοι θέραπες κιρνάντων προχύταισιν ἐν ἀργυρέοις, ὁ δὲ χρυσοῦ δεῖνον ἔχων χειροῖν ἱζέτω εἰς ἔδαφος. σπένδοντες δ ἁγνῶς Ἡρακλέι τ Ἀλκμήνῃ τε, Προκλέι Περσείδαις τ, ἐκ Διὸς ἀρχόμενοι, πίνωμεν, παίζωμεν, ἴτω διὰ νυκτὸς ἀοιδή, ὀρχείσθω τις, ἑκὼν δ ἄρχε φιλοφροσύνης. ὅντινα δ εὐειδὴς μίμνει θήλεια πάρευνος, κεῖνος τῶν ἄλλων κυδρότερον πίεται.

ἐποιοῦντο δὲ καὶ οἱ ἑπτὰ καλούμενοι σοφοὶ συμποτικὰς ὁμιλίας.

φησὶ Θεόφραστος ἐν τῷ περὶ Μέθης.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION