- 텍스트

Athenaeus, The Deipnosophists, Book 11, book 11, chapter 7

(아테나이오스, The Deipnosophists, Book 11, book 11, chapter 7)

οὖν ὑμῶν καὶ αὐτὸς τὸ συμπόσιον κατὰ τὸν Κολοφώνιον Ξενοφάνη πλῆρες ὀ`ν πάσης θυμηδίας νῦν γὰρ δὴ ζάπεδον καθαρὸν καὶ χεῖρες ἁπάντων καὶ κύλικες:? πλεκτοὺς δ ἀμφιτιθεῖ στεφάνους, ἄλλος δ εὐῶδες μύρον ἐν φιάλῃ παρατείνει: κρατὴρ δ ἕστηκεν μεστὸς ἐυφροσύνης: ἄλλος δ οἶνος ἕτοιμος, ὃς οὔποτέ φησι προδώσειν, μείλιχος ἐν κεράμοις, ἄνθεος ὀζόμενος: : ἐν δὲ μέσοις ἁγνὴν ὀδμὴν λιβανωτὸς ἱήσι: ψυχρὸν δ ἐστὶν ὕδωρ καὶ γλυκὺ καὶ καθαρόν. πάρκεινται δ ἄρτοι ξανθοὶ γεραρή τε τράπεζα τυροῦ καὶ μέλιτος πίονος ἀχθομένη :

βωμὸς δ ἄνθεσιν ἀν τὸ μέσον πάντῃ πεπύκασται, μολπὴ δ ἀμφὶς ἔχει δώματα καὶ θαλίη. χρὴ δὲ πρῶτον μὲν θεὸν ὑμνεῖν εὔφρονας ἄνδρας εὐφήμοις μύθοις καὶ καθαροῖσι λόγοις: σπείσαντας τε καὶ εὐξαμένους τὰ δίκαια δύνασθαι πρήσσειν ταῦτα γὰρ ὦν ὁ ἐστι προχειρότερον : οὐχ ὕβρις πίνειν δ ὁπόσον κεν ἔχων ἀφίκοιο οἴκαδ ἄνευ προπόλου, μὴ πάνυ γηραλέος.

ἀνδρῶν δ αἰνεῖν τοῦτον ὃς ἐσθλὰ πιὼν ἀναφαίνῃ ὡς οἱ μνημοσύνη, καὶ τόνος ἀμφ ἀρετῆς. θεῶν δὲ προμηθείην αἰὲν ἔχειν ἀγαθόν:?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION