- 텍스트

Athenaeus, The Deipnosophists, Book 11, book 11, chapter 5

(아테나이오스, The Deipnosophists, Book 11, book 11, chapter 5)

καὶ κατακλιθέντων ἀλλὰ μήν, ὁ Πλούταρχος ἔφη, κατὰ τὸν Φλιάσιον ποιητὴν Πρατίναν, οὐ γᾶν αὐλακισμέναν ἀρῶν,1 ἀλλ ἄσκαφον ματεύων, κυλικηγορήσων ἔρχομαι, οὐ τῶν Κυλικράνων εἷς ὑπάρχων, οὓς χλευάζων Ἕρμιππος ὁ κωμῳδιοποιὸς ἐν τοῖς Ιἄμβοις φησὶν εἰς τὸ Κυλικράνων βαδίζων σπληνόπεδον ἀφικόμην:? εἶδον οὖν τὴν Ἡράκλειαν καὶ μάλ ὡραίαν πόλιν. Ἡρακλεῶται δ εἰσὶν οὗτοι οἱ ὑπὸ τῇ Οἴτῃ κατοικοῦντες, ὥς φησι Νίκανδρος ὁ Θυατειρηνός, ὀνομασθῆναι φάσκων αὐτοὺς ἀπό τινος Κύλικος γένος Λυδοῦ, ἑνὸς τῶν Ἡρακλεῖ συστρατευσαμένων. μνημονεύει δ αὐτῶν καὶ Σκυθῖνος ὁ Τήιος ἐν τῇ ἐπιγραφομένῃ Ἱστορίῃ λέγων οὕτως: Ἡρακλῆς λαβὼν Εὔρυτον καὶ τὸν υἱὸν ἔκτεινε φόρους πρήσσοντας παρ Εὐβοέων. καὶ Κυλικρῆνας ὁ ἐξεπόρθησε λῃζομένους καὶ αὐτόθι πόλιν ἐδείματο ῾ Ἡράκλειαν τὴν Τρηχινίαν καλεομένην.

, Πολέμων δ ἐν τῷ πρώτῳ τῶν πρὸς Ἀδαῖον καὶ Ἀντίγονόν φησιν οὕτως: τῆς δ Ἡρακλείας τῆς ὑπὸ τὴν Οἴτην καὶ Τραχῖνος τῶν οἰκητόρων μεθ Ἡρακλέους τινὲς ἀφικόμενοι ἐκ Λυδίας Κυλικρᾶνες, οἱ δ Ἀθαμᾶνες, ἀφ ὧν οἱ τόποι διαμένουσιν: οἷς οὐδὲ τῆς πολιτείας μετέδοσαν οἱ Ἡρακλεῶται συνοικοῦσιν, ἀλλοφύλους ὑπολαβόντες. Κυλικρᾶνες δὲ λέγονται ὅτι τοὺς ὤμους κεχαραγμένοι κύλικας ἦσαν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION