- 텍스트

Athenaeus, The Deipnosophists, Book 11, book 11, chapter 3

(아테나이오스, The Deipnosophists, Book 11, book 11, chapter 3)

ἄξιον δὲ εἶναι νομίζω ζητῆσαι ὑμᾶς πρὸ τοῦ καταλόγου τῶν ποτηρίων, ὧν πλῆρές ἐστι τὸ κυλικεῖον τοδὶ εἴρηται γὰρ οὕτως ἡ τῶν ποτηρίων σκευοθήκη παρἈριστοφάνει μὲν ἐν Γεωργοῖς :? ὥσπερ κυλικείου τοὐθόνιον προπέπταται. ἔστι καὶ παρὰ Ἀναξανδρίδῃ ἐν Μελιλώτῳ. Εὔβουλος δ ἐν Λήδᾳ: ὡσπερεὶ σπονδὴν διδοὺς ἐν τῷ κυλικείῳ συντέτριφε τὰ ποτήρια. κἀν Ψαλτρίᾳ δ ἔφη: τὰ κυλικεῖα δὲ ἐξεῦρεν ἡμῖν. ἐν δὲ Σεμέλῃ ἢ Διονύσῳ: Ἑρμῆς ὁ Μαίας λίθινος, ὃν προσεύγμασιν ἐν τῷ κυλικείῳ λαμπρὸν ἐκτετριμμένον Κρατῖνος δ ὁ νεώτερος ἐν Χείρωνι: πολλοστῷ δ ἔτει ἐκ τῶν πολεμίων οἴκαδ ἥκω, συγγενεῖς καὶ φράτερας καὶ δημότας εὑρὼν μόλις εἰς τὸ κυλικεῖον ἐνεγράφην, Ζεὺς ἔστι μοι ἑρκεῖος, ἔστι φρατέριος, τὰ τέλη τελῶ.

ἄξιον δ ἐστὶ ζητῆσαι εἰ οἱ ἀρχαῖοι μεγάλοις ἔπινον ποτηρίοις.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION