- 텍스트

Athenaeus, The Deipnosophists, Book 11, book 11, chapter 2

(아테나이오스, The Deipnosophists, Book 11, book 11, chapter 2)

ποτήρια δὲ πρῶτον οἶδα ὀνομάσαντα τὸν Ἀμόργιον ποιητὴν Σιμωνίδην ἐν Ιἄμβοις οὕτως:? ἀπὸ τράπεζαν εἷλεν ᾗ ποτήρια καὶ ὁ τὴν Ἀλκμαιωνίδα δὲ ποιήσας φησίν νέκυς δὲ χαμαιστρώτου ἐπὶ τείνας εὐρείης στιβάδος παρέθηκ αὐτοῖσι θάλειαν δαῖτα ποτήριά τε, στεφάνους δ ἐπὶ κρασὶν ἔθηκεν. ἅπερ ὠνομάσθη ἀπὸ τῆς πόσεως, ὡς τὸ ἔκπωμα οἱ ,Ἀττικοί ἐπεὶ ὑδροποτεῖν καὶ οἰνοποτεῖν λέγουσιν. Ἀριστοφάνης ἐν Ἱππεῦσιν γαμφηλαῖσι δράκοντα κοάλεμον αἱματοπώτην. κἀν τῷ αὐτῷ δὲ ἔφη: πολλῷ γ ὁ Βάκις διεχρῆτο τῷ ποτηρίῳ. καὶ Φερεκράτης ἐν Τυραννίδι: ἡ δὲ κρείττων ἡ μί ἐστὶ χιλίων ποτηρίων, ὁ δὲ Ἀνακρέων ἔφη: οἰνοπότης δὲ πεποίημαι. ἔστι δὲ τὸ ῥῆμα καὶ παρὰ τῷ ποιητῇ: οἰνοποτάζων γὰρ εἴρηκε. καὶ Σαπφὼ δ ἐν τῷ β ἔφη:

πολλὰ δ ἀνάριθμα ποτήρια κἀλέφαις. καὶ Ἀλκαῖος: ἐκ δὲ ποτήριον πώνης Διννομένῃ παρίσδων. τιμᾶται δὲ καὶ ἐν Ἀχαίᾳ Δημήτηρ ποτηριοφόρος κατὰ τὴν Ἀνθέων χῶραν, ὡς Αὐτοκράτης ἱστορεῖ ἐν β Ἀχαϊκῶν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION