호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καὶ πιεῖν ὕδωρ διπλάσιον χλιαρόν, ἡμίνας δύο.? καὶ Σώφρων: κατάστρεψον, τέκνον, τὰν ἡμίναν, κοτυλίσκην δ εἴρηκε Φερεκράτης ἐν Κοριαννοῖ: τὴν κοτυλίσκην, μηδαμῶς. Ἀριστοφάνης ἐν Ἀχαρνεῦσι: κοτυλίσκιον τὸ χεῖλος ἀποκεκρουμένον. κοτύλη δὲ καλεῖται καὶ ἡ τοῦ ἰσχίου κοιλότης, καὶ αἱ τοῦ πολύποδος ἐν ταῖς πλεκτάναις ἐπιφύσεις παραγώγως κοτυληδόνες. καὶ τὰ κύμβαλα δ Αἰσχύλος ἐν Ἠδωνοῖς κοτύλας εἴρηκεν ὁ δὲ χαλκοδέτοις κοτύλαις ὀτοβεῖ.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기