- 텍스트

Athenaeus, The Deipnosophists, Book 11, book 11, chapter 48 2:

(아테나이오스, The Deipnosophists, Book 11, book 11, chapter 48 2:)

στρ.? ποῖον· τὸ πλοῖον· α. οὐδὲν οἶσθας, ἄθλιε. καὶ μετ ὀλίγα: στρ. τὴν ναῦν σεσῶσθαί μοι λέγεις· α. ἔγωγε μὴν τὴν ναῦν ἐκείνην ἣν ἐπόησε Καλλικλῆς ὁ Καλύμνιος,3 Εὐφράνωρ δ ἐκυβέρνα Θούριος. "Ἀθήνησιν ἐν τῷ τοῦ Πειρίθου γάμῳ πεποίηκεν Ἱππεύς τὴν μὲν οἰνοχόην καὶ τὸ κύπελλον λίθινα, χρυσῷ τὰ χείλη περιτεραμνίσας, τὰς δὲ κλισίας ἐλατίνας χαμᾶζε ποικίλοις στρώμασι κεκοσμημένας, ἐκπώματα δὲ κεραμέους κανθάρους, καὶ τὸν λύχνον ὁμοίως τὸν ἐκ τῆς ὀροφῆς ἐξηρτημένον, ἀνακεχυμένας ἔχοντα τὰς φλόγας.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION