호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καινὰ γὰρ μάλα κρείσσω, νέοσ ὁ Ζεὺσ βασιλεύει· τὸ πάλαι δ’ ἦν Κρόνοσ ἄρχων, ἀπίτω μοῦσα παλαιά. Ἀντιφάνησ τ’ ἐν Ἀλκήστιδι ἔφη· ἐπὶ τὸ καινουργεῖν φέρου, οὕτωσ, ἐκείνωσ, τοῦτο γιγνώσκων ὅτι ἓν καινὸν ἐγχείρημα, κἂν τολμηρὸν ᾖ,, πολλῶν παλαιῶν ἐστι χρησιμώτερον ὅτι δὲ καὶ οἱ ἀρχαῖοι οἴδασι τὸ οὕτω λεγόμενον ὕδωρ, ἵνα μὴ πάλιν ἀγανακτήσῃσ δηκόκταν μου λέγοντοσ, δείξω, κατὰ γὰρ Φερεκράτουσ Ψευδηρακλέα εἴποι τισ ἂν τῶν πάνυ δοκησιδεξίων ἐγὼ δ’ ἂν ἀντείποιμι μὴ πολυπραγμόνει, ἀλλ’ εἰ δοκεῖ σοι, πρόσεχε τὸν νοῦν κἀκροῶ. ἀλλὰ μὴ φθονήσῃσ, ἔφη ὁ Οὐλπιανόσ, δέομαι, μηδὲ τοῦ Ταυρείου ὕδατοσ ὁποῖόν ἐστι δηλῶσαι·

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기