호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐπειδὰν δὲ παρὰ τὴν ἔκφυσιν ὑποδυομένη ἡ σὰρξ καὶ μαλακῶς ἐντέμνουσα χωρίσῃ τὴν μαργαρῖτιν ἀπὸ τοῦ κόγχου, ἀμπέχουσα μὲν οὐκέτι τρέφει, λειοτέραν δ αὐτὴν καὶ διαυγεστέραν ποιεῖ καὶ καθαρωτέραν.? ἡ μὲν οὖν ἐμβύθιος πίννα διαυγεστάτην καὶ καθαρωτάτην καὶ μεγάλην γεννᾷ μαργαρῖτιν, ἡ δὲ ἐπιπολάζουσα καὶ ἀνωφερὴς διὰ τὸ ὑπὸ τοῦ ἡλίου ἀκτινοβολεῖσθαι δύσχρους καὶ ἥσσων: κινδυνεύουσι δ οἱ θηρῶντες τοὺς μαργαρίτας, ὅταν εἰς κεχηνότα κόγχον κατ εὐθὺ ἐκτείνωσι τὴν χεῖρα:?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기