- 텍스트

Athenaeus, The Deipnosophists, Book 11, book 11, chapter 115

(아테나이오스, The Deipnosophists, Book 11, book 11, chapter 115)

δὲ τῷ Κίμωνι οὐδὲ τῆς Θεμιστοκλέους φείδεται κατηγορίας οὐδὲ τῆς Ἀλκιβιάδου καὶ Μυρωνίδου,5 ἀλλ οὐδ αὐτοῦ τοῦ Κίμωνος, καὶ ὁ Κρίτων δ αὐτοῦ Κρίτωνος, ἡ δὲ Πολιτεία καὶ Σοφοκλέους περιέχει καταδρομήν, ὁ δὲ Γοργίας οὐ μόνον ἀφ οὗ τὸ ἐπίγραμμα, ἀλλὰ καὶ Ἀρχελάου τοῦ Μακεδονίας βασιλέως, ὃν οὐ μόνον ἐπονείδιστον γένος ἔχειν, ἀλλ ὅτι καὶ ἀπέκτεινε τὸν δεσπότην.? οὗτος δ ἐστὶ Πλάτων, ὃν Σπεύσιππός φησι φίλτατον ὄντα Φιλίππῳ τῆς βασιλείας αἴτιον γενέσθαι. "ὥσπερ ἀγνοοῦντας τοὺς ἀνθρώπους ὅτι καὶ τὴν ἀρχὴν τῆς βασιλείας Φίλιππος διὰ Πλάτωνος ἔσχεν. "Εὐφραῖον γὰρ ἀπέστειλε τὸν Ὠρείτην πρὸς Περδίκκαν Πλάτων, ὃς ἔπεισεν ἀπομερίσαι τινὰ χώραν Φιλίππῳ. διατρέφων δ ἐνταῦθα δύναμιν, ὡς ἀπέθανε Περδίκκας, ἐξ ἑτοίμου δυνάμεως ὑπαρχούσης ἐπέπεσε τοῖς πράγμασι. τοῦτο δ εἴπερ οὕτως ἀληθείας ἔχει, θεὸς ἂν εἰδείη.

ὁ δὲ καλὸς αὐτοῦ Πρωταγόρας πρὸς τῷ καταδρομὴν ἔχειν πολλῶν ποιητῶν καὶ σοφῶν ἀνδρῶν ἐκθεατριζόμενον ἔχει καὶ τὸν Καλλίου βίον μᾶλλον τῶν Εὐπόλιδος Κολάκων, ἐν δὲ τῷ Μενεξένῳ οὐ μόνον Ἱππίας ὁ Ἡλεῖος χλευάζεται, ἀλλὰ καὶ ὁ Ῥαμνούσιος Ἀντιφῶν καὶ ὁ μουσικὸς Λάμπρος, ἐπιλίποι δ ἄν με ἡ ἡμέρα εἰ πάντας ἐθελήσαιμι ἐπελθεῖν τοὺς κακῶς ἀκούσαντας ὑπὸ τοῦ σοφοῦ. ἀλλὰ μὴν οὐδ Ἀντισθένη ἐπαινῶ : καὶ γὰρ καὶ οὗτος πολλοὺς εἰπὼν κακῶς οὐδ αὐτοῦ τοῦ Πλάτωνος ἀπέσχετο, ἀλλὰ καλέσας αὐτὸν φορτικῶς Σάθωνα τὸν ταύτην ἔχοντα τὴν ἐπιγραφὴν διάλογον ἐξέδωκεν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION