호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ἔτι δ αὐτοῦ παρεπιδημοῦντος ἐν τῇ Μεσσήνῃ, συνεγγίσαντες τῇ πόλει νυκτὸς οἱ πειραταὶ καὶ προσβαλόντες κλίμακας ἐξέκοψαν τὸ Χυρῶνος καλούμενον ἐπαύλιον, καὶ τοὺς μὲν ἀμυνομένους ἀπέσφαξαν, τοὺς δὲ λοιποὺς τῶν οἰκετῶν δήσαντες καὶ τὰ κτήνη μετ αὐτῶν ἀπήγαγον.? οἱ δὲ τῶν Μεσσηνίων ἔφοροι, πάλαι μὲν ἐπί τε τοῖς γινομένοις καὶ τῇ παρεπιδημίᾳ τοῦ Δωριμάχου διαλγοῦντες, τότε δὲ καὶ προσενυβρίζεσθαι δόξαντες, ἀνεκαλοῦντ αὐτὸν εἰς τὰς συναρχίας.
ἐν ᾧ καιρῷ Σκύρων, ὃς ἦν μὲν ἔφορος τότε τῶν Μεσσηνίων, εὐδοκίμει δὲ καὶ κατὰ τὸν ἄλλον βίον παρὰ τοῖς πολίταις, συνεβούλευε μὴ προίεσθαι τὸν Δωρίμαχον ἐκ τῆς πόλεως, ἐὰν μὴ τὰ μὲν ἀπολωλότα πάντα τοῖς Μεσσηνίοις ἀποκαταστήσῃ, περὶ δὲ τῶν τεθνεώτων δωσιδίκους παράσχῃ τοὺς ἠδικηκότας.
πάντων δ ἐπισημηναμένων ὡς δίκαια λέγοντος τοῦ Σκύρωνος, διοργισθεὶς ὁ Δωρίμαχος εὐήθεις αὐτοὺς ἔφη τελέως ὑπάρχειν, εἰ Δωρίμαχον οἰόνται νῦν προπηλακίζειν, ἀλλ οὐ τὸ κοινὸν τῶν Αἰτωλῶν:
καὶ καθόλου δεινὸν ἡγεῖτο τὸ γινόμενον, καὶ κοινῆς αὐτοὺς ἐπιστροφῆς ἔφη τεύξεσθαι, καὶ τοῦτο πείσεσθαι δικαίως. ἦν δέ τις κατ ἐκείνους τοὺς καιροὺς ἄνθρωπος ἀσυρὴς ἐν τῇ Μεσσήνῃ, τῶν ἐξηρμένων τὸν ἄνδρα κατὰ πάντα τρόπον, ὄνομα Βαβύρτας, ᾧ τις εἰ περιέθηκε τὴν καυσίαν καὶ χλαμύδα τοῦ Δωριμάχου, μὴ οἱό῀ν τ εἶναι διαγινώσκειν:
ἐπὶ τοσοῦτον ἐξωμοίωτο κατά τε τὴν φωνὴν καὶ τἄλλα μέρη τοῦ σώματος τῷ προειρημένῳ.
καὶ τοῦτ οὐκ ἐλάνθανε τὸν Δωρίμαχον. ὁμιλοῦντος οὖν [αὐτοῦ] ἀνατατικῶς τότε καὶ μάλ ὑπερηφάνως τοῖς Μεσσηνίοις, περιοργισθεὶς ὁ Σκύρων "Νομίζεις γὰρ ἡμῖν" ἔφη "σοῦ μέλειν ἢ τῆς σῆς ἀνατάσεως, Βαβύρτα·
παραυτίκα μὲν εἴξας ὁ Δωρίμαχος τῇ περιστάσει συνεχώρησε πάντων ἐπιστροφὴν ποιήσεσθαι τῶν γεγονότων ἀδικημάτων τοῖς Μεσσηνίοις:
ἐπανελθὼν δ εἰς τὴν Αἰτωλίαν οὕτω πικρῶς ἤνεγκε καὶ βαρέως τὸ ῥηθὲν ὡς οὐδεμίαν ἄλλην ἔχων εὔλογον πρόφασιν δι αὐτὸ τοῦτο τοῖς Μεσσηνίοις ἐξέκαυσε τὸν πόλεμον.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기