호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ἀντίγονος δ ἐγκρατὴς γενόμενος ἐξ ἐφόδου τῆς Σπάρτης τά τε λοιπὰ μεγαλοψύχως καὶ φιλανθρώπως ἐχρήσατο τοῖς Λακεδαιμονίοις, τό τε πολίτευμα τὸ πάτριον αὐτοῖς ἀποκαταστήσας ἐν ὀλίγαις ἡμέραις ἀνέζευξε μετὰ τῶν δυνάμεων ἐκ τῆς πόλεως, προσαγγελθέντος αὐτῷ τοὺς Ἰλλυριοὺς εἰσβεβληκότας εἰς Μακεδονίαν πορθεῖν τὴν χώραν.? οὕτως ἀεί ποθ ἡ τύχη τὰ μέγιστα τῶν πραγμάτων παρὰ λόγον εἰώθε κρίνειν.
καὶ γὰρ τότε Κλεομένης, εἴτε τὰ κατὰ τὸν κίνδυνον παρείλκυσε τελέως ὀλίγας ἡμέρας, εἴτ ἀναχωρήσας ἀπὸ τῆς μάχης εἰς τὴν πόλιν ἐπὶ βραχὺ τῶν καιρῶν ἀντεποιήσατο, διακατέσχεν ἂν τὴν ἀρχήν.
οὐ μὴν ἀλλ ὅ γ Ἀντίγονος παραγενόμενος εἰς Τεγέαν καὶ τούτοις ἀποδοὺς τὴν πάτριον πολιτείαν δευτεραῖος ἐντεῦθεν εἰς Ἄργος ἐπ αὐτὴν ἦλθε τὴν τῶν Νεμέων πανήγυριν.
ἐν ᾗ τυχὼν πάντων τῶν πρὸς ἀθάνατον δόξαν καὶ τιμὴν ἀνηκόντων ὑπό τε τοῦ κοινοῦ τῶν Ἀχαιῶν καὶ κατ ἰδίαν ἑκάστης τῶν πόλεων ὡρ´μησε κατὰ σπουδὴν εἰς Μακεδονίαν.
καλὰς ἐλπίδας ὑποδείξας ἐν αὑτῷ πᾶσι τοῖς Ἕλλησιν, οὐ μόνον κατὰ τὴν ἐν τοῖς ὑπαίθροις χρείαν, ἔτι δὲ μᾶλλον κατὰ τὴν ὅλην αἱρ´εσιν καὶ καλοκἀγαθίαν.
τὴν δὲ Μακεδόνων βασιλείαν ἀπέλιπε Φιλίππῳ τῷ Δημητρίου.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기